哥林多後書 第 5 章 希臘文原文與和合本
5:1 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.
我們原知道、我們這地上的帳棚若拆毀了、必得神所造、不是人手所造、在天上永存的房屋。
5:2 καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες,
我們在這帳棚裏歎息、深想得那從天上來的房屋、好像穿上衣服.
5:3 εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα.
倘若穿上、被遇見的時候就不至於赤身了。
5:4 καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
我們在這帳棚裏、歎息勞苦、並非願意脫下這個、乃是願意穿上那個、好叫這必死的被生命吞滅了。
5:5 ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.
爲此培植我們的就是神、他又賜給我們聖靈作憑據。(原文作質)
5:6 Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου,
所以我們時常坦然無懼、並且曉得我們住在身內便與主相離。
5:7 διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους—
因我們行事爲人、是憑着信心、不是憑着眼見。
5:8 θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον·
我們坦然無懼、是更願意離開身體與主同住。
5:9 διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.
所以無論是住在身內、離開身外、我們立了志向、要得主的喜悅。
5:10 τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.
因爲我們衆人、必要在基督臺前顯露出來、叫各人按着本身所行的、或善或惡受報。
5:11 Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
我們旣知道主是可畏的、所以勸人、但我們在神面前是顯明的、盼望在你們的良心裏也是顯明的。
5:12 οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ μὴ ἐν καρδίᾳ.
我們不是向你們再舉薦自己、乃是叫你們因我們有可誇之處、好對那憑外貌不憑內心誇口的人、有言可答。
5:13 εἴτε γὰρ ἐξέστημεν, θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.
我們若果顚狂、是爲神.若果謹守、是爲你們。
5:14 ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἄρα οἱ πάντες ἀπέθανον·
原來基督的愛激勵我們.因我們想一人旣替衆人死、衆人就都死了.
5:15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
並且他替衆人死、是叫那些活着的人、不再爲自己活、乃爲替他們死而復活的主活。
5:16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
所以我們從今以後、不憑着外貌(原文作肉體本節同)認人了.雖然憑着外貌認過基督、如今卻不再這樣認他了。
5:17 ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν καινά·
若有人在基督裏、他就是新造的人.舊事已過、都變成新的了。
5:18 τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
一切都是出於神、他藉着基督使我們與他和好、又將勸人與他和好的職分賜給我們.
5:19 ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
這就是神在基督裏、叫世人與自己和好、不將他們的過犯歸到他們身上.並且將這和好的道理託付了我們。
5:20 ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ.
所以我們作基督的使者、就好像神藉我們勸你們一般.我們替基督求你們與神和好。
5:21 τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.
神使那無罪的、(無罪原文作不知罪)替我們成爲罪.好叫我們在他裏面成爲神的義。