羅馬書 第 14 章 希臘文原文與和合本
14:1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.
信心輭弱的、你們要接納、但不要辯論所疑惑的事。
14:2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
有人信百物都可喫.但那輭弱的、只喫蔬菜。
14:3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.
喫的人不可輕看不喫的人.不喫的人不可論斷喫的人.因爲神已經收納他了。
14:4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν.
你是誰、竟論斷別人的僕人呢。他或站住、或跌倒、自有他的主人在.而且他也必要站住.因爲主能使他站住。
14:5 Ὃς μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω·
有人看這日比那日強、有人看日日都是一樣.只是各人心裏要意見堅定。
14:6 ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ. καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
守日的人、是爲主守的.喫的人、是爲主喫的、因他感謝神.不喫的人、是爲主不喫的、也感謝神。
14:7 Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει·
我們沒有一個人爲自己活、也沒有一個人爲自己死。
14:8 ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.
我們若活着、是爲主而活.若死了、是爲主而死.所以我們或活或死、總是主的人。
14:9 εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
因此基督死了、又活了、爲要作死人並活人的主。
14:10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ,
你這個人、爲甚麼論斷弟兄呢.又爲甚麼輕看弟兄呢.因我們都要站在神的臺前。
14:11 γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ.
經上寫着、『主說、我憑着我的永生起誓、萬膝必向我跪拜、萬口必向我承認。』
14:12 ἄρα ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει.
這樣看來、我們各人必要將自己的事、在神面前說明。
14:13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
所以我們不可再彼此論斷.寧可定意誰也不給弟兄放下絆脚跌人之物。
14:14 οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι’ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
我憑着主耶穌確知深信、凡物本來沒有不潔淨的.惟獨人以爲不潔淨的、在他就不潔淨了。
14:15 εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
你若因食物叫弟兄憂愁、就不是按着愛人的道理行。基督已經替他死、你不可因你的食物叫他敗壞。
14:16 μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν.
不可叫你的善被人毀謗.
14:17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
因爲神的國、不在乎喫喝、只在乎公義、和平、並聖靈中的喜樂。
14:18 ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
在這幾樣上服事基督的、就爲神所喜悅、又爲人所稱許。
14:19 ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.
所以我們務要追求和睦的事、與彼此建立德行的事。
14:20 μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
不可因食物毀壞神的工程.凡物固然潔淨、但有人因食物叫人跌倒、就是他的罪了。
14:21 καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ·
無論是喫肉、是喝酒、是甚麼別的事、叫弟兄跌倒、一槪不作纔好。
14:22 σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει·
你有信心、就當在神面前守着。人在自己以爲可行的事上、能不自責、就有福了。
14:23 ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.
若有疑心而喫的、就必有罪.因爲他喫、不是出於信心.凡不出於信心的都是罪。