γένος 種族、民族、種
Strong G1085・名詞・新約出現 20 次・英文:offspring, family, race, kind
中文義項
- 後裔;後代:非直接後代(可能有幾代人的差距),可以是男性或女性(4 次)
- 種族;民族:被認為有血緣關係的一個較大的群體(11 次)
- 種;類;屬;族:根據隱含的根源和血統而來的種類(6 次)
offspring, family, race, nation, kind.
字形
- γένος 名詞 主格 單數 中性(6 次)
- γένους 名詞 所有格 單數 中性(5 次)
- γένει 名詞 間接受格 單數 中性(5 次)
- γένη 名詞 主格 複數 中性(2 次)
- γένος 名詞 直接受格 單數 中性(1 次)
- γένη 名詞 直接受格 複數 中性(1 次)
出處
馬太福音 13:47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
天國又好像網撒在海裏、聚攏各樣水族。
馬可福音 7:26 ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
這婦人是希利尼人、屬叙利非尼基族。他求耶穌趕出那鬼、離開他的女兒。
馬可福音 9:29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ.
耶穌說、非用禱告、(有古卷在此有禁食二字)這一類的鬼、總不能出來。(或作不能趕他出來)
使徒行傳 4:6 (καὶ Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ),
又有大祭司亞那、和該亞法、約翰、亞力山大、並大祭司的親族都在那裏。
使徒行傳 4:36 Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,
有一個利未人、生在居比路、名叫約瑟、使徒稱他爲巴拿巴。(巴拿巴繙出來、就是勸慰子)
使徒行傳 7:13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ.
第二次約瑟與弟兄們相認、他的親族也被法老知道了。
使徒行傳 7:19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι.
他用詭計待我們的宗族、苦害我們的祖宗、叫他們丟棄嬰孩、使嬰孩不能存活。
使徒行傳 13:26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.
弟兄們、亞伯拉罕的子孫、和你們中間敬畏神的人哪、這救世的道、是傳給我們的。
使徒行傳 17:28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν.
我們生活、動作、存留、都在乎他.就如你們作詩的、有人說、我們也是他所生的。
使徒行傳 17:29 γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
我們旣是神所生的、就不當以爲神的神性像人用手藝、心思、所雕刻的金、銀、石。
使徒行傳 18:2 καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς,
遇見一個猶太人、名叫亞居拉、他生在本都.因爲革老丟命猶太人都離開羅馬、新近帶着妻百基拉、從義大利來.保羅就投奔了他們。
使徒行傳 18:24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
有一個猶太人、名叫亞波羅、來到以弗所.他生在亞力山太、是有學問的、最能講解聖經。(學問或作口才)
哥林多前書 12:10 ἄλλῳ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, 1ἄλλῳ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, 2ἄλλῳ ἑρμηνεία γλωσσῶν·
又叫一人能行異能.又叫一人能作先知.又叫一人能辨別諸靈.又叫一人能說方言.又叫一人能繙方言。
哥林多前書 12:28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
神在教會所設立的、第一是使徒.第二是先知.第三是教師.其次是行異能的.再次是得恩賜醫病的.幫助人的.治理事的.說方言的。
哥林多前書 14:10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον·
世上的聲音、或者甚多、卻沒有一樣是無意思的。
哥林多後書 11:26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις,
又屢次行遠路、遭江河的危險、盜賊的危險、同族的危險、外邦人的危險、城裏的危險、曠野的危險、海中的危險、假弟兄的危險。
加拉太書 1:14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
我又在猶太教中、比我本國許多同歲的人更有長進、爲我祖宗的遺傳更加熱心。
腓立比書 3:5 περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος,
我第八天受割禮、我是以色列族、便雅憫支派的人、是希伯來人所生的希伯來人.就律法說、我是法利賽人.
彼得前書 2:9 Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
惟有你們是被揀選的族類、是有君尊的祭司、是聖潔的國度、是屬神的子民、要叫你們宣揚那召你們出黑暗入奇妙光明者的美德。
啟示錄 22:16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός.
我耶穌差遣我的使者爲衆教會將這些事向你們證明。我是大衞的根、又是他的後裔.我是明亮的晨星。