κατεργάζομαι 使、導致、造成

Strong G2716・動詞・新約出現 22 次・英文:I work out, produce, accomplish

中文義項

  1. 完成;成功實行;完成一切:成功、徹底地做某事(2 次)
  2. 做;行:用於標記可數算的事件的施事者關係,可能有全面性的含義(10 次)
  3. 使;導致;造成;引起:造成某個狀態(11 次)
  4. 準備;預備:使完全準備好(1 次)

I effect by labor, achieve, work out, bring about.

字形

出處

羅馬書 1:27 ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
男人也是如此、棄了女人順性的用處、慾火攻心、彼此貪戀、男和男行可羞恥的事、就在自己身上受這妄爲當得的報應。

羅馬書 2:9 θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
將患難、困苦、加給一切作惡的人、先是猶太人、後是希利尼人.

羅馬書 4:15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, οὗ δὲ οὐκ ἔστιν νόμος, οὐδὲ παράβασις.
因爲律法是惹動忿怒的.(或作叫人受刑的)那裏沒有律法、那裏就沒有過犯。

羅馬書 5:3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,
不但如此、就是在患難中、也是歡歡喜喜的.因爲知道患難生忍耐.

羅馬書 7:8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
然而罪趁着機會、就藉着誡命叫諸般的貪心在我裏頭發動.因爲沒有律法罪是死的。

羅馬書 7:13 Τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
旣然如此、那良善的是叫我死麼.斷乎不是.叫我死的乃是罪。但罪藉着那良善的叫我死、就顯出眞是罪.叫罪因着誡命更顯出是惡極了。

羅馬書 7:15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ τοῦτο ποιῶ.
因爲我所作的、我自己不明白.我所願意的、我並不作.我所恨惡的、我倒去作。

羅馬書 7:17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
旣是這樣、就不是我作的、乃是住在我裏頭的罪作的。

羅馬書 7:18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ’ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ·
我也知道、在我裏頭、就是我肉體之中、沒有良善.因爲立志爲善由得我、只是行出來由不得我。

羅馬書 7:20 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
若我去作所不願意作的、就不是我作的、乃是住在我裏頭的罪作的。

羅馬書 15:18 οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ,
除了基督藉我作的那些事、我甚麼都不敢題.只題他藉我言語作爲、用神蹟奇事的能力、並聖靈的能力、使外邦人順服.

哥林多前書 5:3 Ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
我身子雖不在你們那裏、心卻在你們那裏、好像我親自與你們同在、已經判斷了行這事的人、

哥林多後書 4:17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν,
我們這至暫至輕的苦楚、要爲我們成就極重無比永遠的榮耀。

哥林多後書 5:5 ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.
爲此培植我們的就是神、他又賜給我們聖靈作憑據。(原文作質)

哥林多後書 7:10 ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
因爲依着神的意思憂愁、就生出沒有後悔的懊悔來、以致得救.但世俗的憂愁、是叫人死。

哥林多後書 7:11 ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.
你看、你們依着神的意思憂愁、從此就生出何等的殷勤、自訴、自恨、恐懼、想念、熱心、責罰.(或作自責)在這一切事上你們都表明自己是潔淨的。

哥林多後書 9:11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ θεῷ—
叫你們凡事富足、可以多多施捨、就藉着我們使感謝歸於神。

哥林多後書 12:12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν.
我在你們中間、用百般的忍耐、藉着神蹟奇事異能、顯出使徒的憑據來。

以弗所書 6:13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
所以要拿起神所賜的全副軍裝、好在磨難的日子、抵擋仇敵、並且成就了一切、還能站立得住。

腓立比書 2:12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε,
這樣看來、我親愛的弟兄、你們旣是常順服的、不但我在你們那裏、就是我如今不在你們那裏、更是順服的、就當恐懼戰兢、作成你們得救的工夫.

雅各書 1:3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
因爲知道你們的信心經過試驗、就生忍耐。

彼得前書 4:3 ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
因爲往日隨從外邦人的心意、行邪淫、惡慾、醉酒、荒宴、羣飲、並可惡拜偶像的事、時候已經彀了.