哥林多前書 第 9 章 希臘文原文與和合本
9:1 Οὐκ εἰμὶ ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;
我不是自由的麼.我不是使徒麼.我不是見過我們的主耶穌麼.你們不是我在主裏面所作之工麼。
9:2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.
假若在別人我不是使徒、在你們我總是使徒.因爲你們在主裏正是我作使徒的印證。
9:3 Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη.
我對那盤問我的人、就是這樣分訴。
9:4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν;
難道我們沒有權柄靠福音喫喝麼。
9:5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;
難道我們沒有權柄娶信主的姊妹爲妻、帶着一同往來、彷彿其餘的使徒、和主的弟兄、並磯法一樣麼。
9:6 ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι;
獨有我與巴拿巴沒有權柄不作工麼。
9:7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
有誰當兵、自備糧餉呢.有誰栽葡萄園、不喫園裏的果子呢.有誰牧養牛羊、不喫牛羊的奶呢。
9:8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει;
我說這話、豈是照人的意見.律法不也是這樣說麼。
9:9 ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ,
就如摩西的律法記着說、『牛在塲上踹穀的時候、不可籠住他的嘴。』難道神所掛念的是牛麼.
9:10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.
不全是爲我們說的麼.分明是爲我們說的.因爲耕種的當存着指望去耕種.打塲的也當存得糧的指望去打塲。
9:11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
我們若把屬靈的種子撒在你們中間、就是從你們收割奉養肉身之物、這還算大事麼。
9:12 εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
若別人在你們身上有這權柄、何况我們呢.然而我們沒有用過這權柄、倒凡事忍受、免得基督的福音被阻隔。
9:13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται;
你們豈不知爲聖事勞碌的、就喫殿中的物麼.伺候祭壇的、就分領壇上的物麼。
9:14 οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.
主也是這樣命定、叫傳福音的靠着福音養生。
9:15 Ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ— τὸ καύχημά μου οὐδεὶς κενώσει.
但這權柄我全沒有用過.我寫這話、並非要你們這樣待我.因爲我寧可死、也不叫人使我所誇的落了空。
9:16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι.
我傳福音原沒有可誇的.因爲我是不得已的.若不傳福音、我便有禍了。
9:17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.
我若甘心作這事、就有賞賜.若不甘心、責任卻已經託付我了。
9:18 τίς οὖν μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
旣是這樣、我的賞賜是甚麼呢.就是我傳福音的時候、叫人不花錢得福音、免得用盡我傳福音的權柄。
9:19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·
我雖是自由的、無人轄管、然而我甘心作了衆人的僕人、爲要多得人。
9:20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·
向猶太人、我就作猶太人、爲要得猶太人.向律法以下的人、我雖不在律法以下、還是作律法以下的人、爲要得律法以下的人。
9:21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεοῦ ἀλλ’ ἔννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους·
向沒有律法的人、我就作沒有律法的人、爲要得沒有律法的人.其實我在神面前、不是沒有律法、在基督面前、正在律法之下。
9:22 ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω.
向輭弱的人、我就作輭弱的人、爲要得輭弱的人.向甚麼樣的人、我就作甚麼樣的人.無論如何、總要救些人。
9:23 πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
凡我所行的、都是爲福音的緣故、爲要與人同得這福音的好處。
9:24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε.
豈不知在塲上賽跑的都跑、但得獎賞的只有一人.你們也當這樣跑、好叫你們得着獎賞。
9:25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
凡較力爭勝的、諸事都有節制.他們不過是要得能壞的冠冕.我們卻是要得不能壞的冠冕。
9:26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων·
所以我奔跑、不像無定向的.我鬬拳、不像打空氣的。
9:27 ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.
我是攻克己身、叫身服我.恐怕我傳福音給別人、自己反被棄絕了。