路加福音 第 18 章 希臘文原文與和合本

18:1 Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν,
耶穌設一個比喻、是要人常常禱告、不可灰心.

18:2 λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
說、某城裏有一個官、不懼怕神、也不尊重世人。

18:3 χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
那城裏有個寡婦、常到他那裏、說、我有一個對頭、求你給我伸寃。

18:4 καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι,
他多日不准.後來心裏說、我雖不懼怕神、也不尊重世人.

18:5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
只因這寡婦煩擾我、我就給他伸寃罷.免得他常來纏磨我。

18:6 εἶπεν δὲ ὁ κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
主說、你們聽這不義之官所說的話。

18:7 ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς;
神的選民、晝夜呼籲他、他縱然爲他們忍了多時、豈不終久給他們伸寃麼。

18:8 λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
我告訴你們、要快快的給他們伸寃了.然而人子來的時候、遇得見世上有信德麼。

18:9 Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην·
耶穌向那些仗着自己是義人、藐視別人的、設一個比喻、

18:10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
說、有兩個人上殿裏去禱告.一個是法利賽人、一個是稅吏。

18:11 ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
法利賽人站着、自言自語的禱告說、神阿、我感謝你、我不像別人、勒索、不義、姦淫、也不像這個稅吏。

18:12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
我一個禮拜禁食兩次、凡我所得的、都捐上十分之一。

18:13 ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ ἔτυπτε τὸ στῆθος αὐτοῦ λέγων· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
那稅吏遠遠的站着、連舉目望天也不敢、只捶着胸說、神阿、開恩可憐我這個罪人。

18:14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ’ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
我告訴你們、這人回家去、比那人倒算爲義了.因爲凡自高的、必降爲卑.自卑的、必升爲高。

18:15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς.
有人抱着自己的嬰孩、來見耶穌、要他摸他們.門徒看見就責備那些人。

18:16 ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
耶穌卻叫他們來、說、讓小孩子到我這裏來、不要禁止他們.因爲在神國的、正是這樣的人。

18:17 ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
我實在告訴你們、凡要承受神國的、若不像小孩子、斷不能進去。

18:18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
有一個官問耶穌說、良善的夫子、我該作甚麼事、纔可以承受永生。

18:19 εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
耶穌對他說、你爲甚麼稱我是良善的.除了神一位之外、再沒有良善的。

18:20 τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
誡命你是曉得的、不可姦淫、不可殺人、不可偷盜、不可作假見證、當孝敬父母。

18:21 ὁ δὲ εἶπεν· Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος μου.
那人說、這一切我從小都遵守了。

18:22 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
耶穌聽見了、就說、你還缺少一件.要變賣你一切所有的、分給窮人、就必有財寶在天上.你還要來跟從我。

18:23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα.
他聽見這話、就甚憂愁、因爲他很富足。

18:24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται·
耶穌看見他就說、有錢財的人進神的國、是何等的難哪。

18:25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
駱駝穿過鍼的眼、比財主進神的國、還容易呢。

18:26 Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι;
聽見的人說、這樣、誰能得救呢。

18:27 ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν.
耶穌說、在人所不能的事、在神卻能。

18:28 Εἶπεν δὲ ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι.
彼得說、看哪、我們已經撇下自己所有的跟從你了。

18:29 ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ,
耶穌說、我實在告訴你們、人爲神的國、撇下房屋、或是妻子、弟兄、父母、兒女、

18:30 ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
沒有在今世不得百倍、在來世不得永生的。

18:31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
耶穌帶着十二個門徒、對他們說、看哪、我們上耶路撒冷去.先知所寫的一切事、都要成就在人子身上.

18:32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
他將要被交給外邦人、他們要戲弄他、凌辱他、吐唾沫在他臉上.

18:33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
並要鞭打他、殺害他.第三日他要復活。

18:34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
這些事門徒一樣也不懂得、意思乃是隱藏的、他們不曉得所說的是甚麼。

18:35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
耶穌將近耶利哥的時候、有一個瞎子坐在路旁討飯。

18:36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο·
聽見許多人經過、就問是甚麼事。

18:37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
他們告訴他、是拿撒勒人耶穌經過。

18:38 καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με.
他就呼叫說、大衞的子孫耶穌阿、可憐我罷。

18:39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με.
在前頭走的人、就責備他、不許他作聲.他卻越發喊叫說、大衞的子孫、可憐我罷。

18:40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν·
耶穌站住、吩咐把他領過來.到了跟前、就問他說、

18:41 Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω.
你要我爲你作甚麼.他說、主阿、我要能看見。

18:42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.
耶穌說、你可以看見.你的信救了你了。

18:43 καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.
瞎子立刻看見了、就跟隨耶穌、一路歸榮耀與神.衆人看見這事、也讚美神。

← 路加福音 17 章 路加福音 19 章 →