路加福音 第 3 章 希臘文原文與和合本
3:1 Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος,
該撒提庇留在位第十五年、本丟彼拉多作猶太巡撫、希律作加利利分封的王、他兄弟腓力作以土利亞和特拉可尼地方分封的王、呂撒聶作亞比利尼分封的王、
3:2 ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
亞那和該亞法作大祭司、那時、撒迦利亞的兒子約翰在曠野裏、神的話臨到他。
3:3 καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
他就來到約但河一帶地方、宣講悔改的洗禮、使罪得赦.
3:4 ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
正如先知以賽亞書上所記的話、說、『在曠野有人聲喊着說、豫備主的道、修直他的路。
3:5 πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
一切山窪都要填滿、大小山岡都要削平、彎彎曲曲的地方要改爲正直、高高低低的道路要改爲平坦。
3:6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.
凡有血氣的、都要見神的救恩。』
3:7 Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
約翰對那出來要受他洗的衆人說、毒蛇的種類、誰指示你們逃避將來的忿怒呢。
3:8 ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
你們要結出果子來、與悔改的心相稱、不要自己心裏說、有亞伯拉罕爲我們的祖宗.我告訴你們、神能從這些石頭中、給亞伯拉罕興起子孫來。
3:9 ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
現在斧子已經放在樹根上.凡不結好果子的樹、就砍下來丟在火裏。
3:10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν ποιήσωμεν;
衆人問他說、這樣我們當作甚麼呢。
3:11 ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.
約翰回答說、有兩件衣裳的、就分給那沒有的.有食物的、也當這樣行。
3:12 ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, τί ποιήσωμεν;
又有稅吏來要受洗、問他說、夫子、我們當作甚麼呢。
3:13 ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
約翰說、除了例定的數目、不要多取。
3:14 ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς· Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
又有兵丁問他說、我們當作甚麼呢。約翰說、不要以強暴待人、也不要訛詐人、自己有錢糧就當知足。
3:15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός,
百姓指望基督來的時候、人都心裏猜疑、或者約翰是基督。
3:16 ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
約翰說、我是用水給你們施洗、但有一位能力比我更大的要來、我就是給他解鞋帶也不配.他要用聖靈與火給你們施洗。
3:17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
他手裏拿着簸箕、要揚淨他的塲、把麥子收在倉裏、把糠用不滅的火燒盡了。
3:18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·
約翰又用許多別的話勸百姓、向他們傳福音.
3:19 ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ’ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης,
只是分封的王希律、因他兄弟之妻希羅底的緣故、並因他所行的一切惡事、受了約翰的責備.
3:20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, καὶ κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.
又另外添了一件、就是把約翰收在監裏。
3:21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
衆百姓都受了洗、耶穌也受了洗、正禱告的時候、天就開了、
3:22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
聖靈降臨在他身上、形狀彷彿鴿子、又有聲音從天上來、說、你是我的愛子、我喜悅你。
3:23 Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ τοῦ Ἠλὶ
耶穌開頭傳道、年紀約有三十歲.依人看來、他是約瑟的兒子、約瑟是希里的兒子、
3:24 τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ
希里是瑪塔的兒子、瑪塔是利未的兒子、利未是麥基的兒子、麥基是雅拿的兒子、雅拿是約瑟的兒子、
3:25 τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ
約瑟是瑪他提亞的兒子、瑪他提亞是亞摩斯的兒子、亞摩斯是拿鴻的兒子、拿鴻是以斯利的兒子、以斯利是拿該的兒子、
3:26 τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεῒν τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ
拿該是瑪押的兒子、瑪押是瑪他提亞的兒子、瑪他提亞是西美的兒子、西美是約瑟的兒子、約瑟是猶大的兒子、猶大是約亞拿的兒子、
3:27 τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ
約亞拿是利撒的兒子、利撒是所羅巴伯的兒子、所羅巴伯是撒拉鐵的兒子、撒拉鐵是尼利的兒子、尼利是麥基的兒子、
3:28 τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ
麥基是亞底的兒子、亞底是哥桑的兒子、哥桑是以摩當的兒子、以摩當是珥的兒子、珥是約細的兒子、
3:29 τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ
約細是以利以謝的兒子、以利以謝是約令的兒子、約令是瑪塔的兒子、瑪塔是利未的兒子、
3:30 τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ
利未是西緬的兒子、西緬是猶大的兒子、猶大是約瑟的兒子、約瑟是約南的兒子、約南是以利亞敬的兒子、
3:31 τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ
以利亞敬是米利亞的兒子、米利亞是買南的兒子、買南是瑪達他的兒子、瑪達他是拿單的兒子、拿單是大衞的兒子、
3:32 τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴλ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασσὼν
大衞是耶西的兒子、耶西是俄備得的兒子、俄備得是波阿斯的兒子、波阿斯是撒門的兒子、撒門是拿順的兒子、
3:33 τοῦ Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ τοῦ Ἑσρὼμ τοῦ Φαρὲς τοῦ Ἰούδα
拿順是亞米拿達的兒子、亞米拿達是亞蘭的兒子、亞蘭是希斯崙的兒子、希斯崙是法勒斯的兒子、法勒斯是猶大的兒子、
3:34 τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ
猶大是雅各的兒子、雅各是以撒的兒子、以撒是亞伯拉罕的兒子、亞伯拉罕是他拉的兒子、他拉是拿鶴的兒子、
3:35 τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλὰ
拿鶴是西鹿的兒子、西鹿是拉吳的兒子、拉吳是法勒的兒子、法勒是希伯的兒子、希伯是沙拉的兒子、
3:36 τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ
沙拉是該南的兒子、該南是亞法撒的兒子、亞法撒是閃的兒子、閃是挪亞的兒子、挪亞是拉麥的兒子、
3:37 τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ
拉麥是瑪土撒拉的兒子、瑪土撒拉是以諾的兒子、以諾是雅列的兒子、雅列是瑪勒列的兒子、瑪勒列是該南的兒子、該南是以挪士的兒子、
3:38 τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ.
以挪士是塞特的兒子、塞特是亞當的兒子、亞當是神的兒子。