τελέω 成全、完成、結束

Strong G5055・動詞・新約出現 28 次・英文:I end, accomplish, pay

中文義項

  1. 成全;完成;結束;完畢:使活動成功完成(14 次)
  2. 結束;完結:(τέλος「終結」 的衍生詞)在一段持續時間結束時發生(4 次)
  3. 使實現;成就;完成;實現:為達到最終結果而使之發生(6 次)
  4. 遵守;守;遵從;實行:遵守規定或標準,作為達成其目的的方法(2 次)
  5. 交稅;納稅;納糧;繳付稅金:繳付稅金或貢賦(獨立使用,或者與意為「稅」或「貢賦」的名詞補語一起使用)(2 次)

(a) I end, finish, (b) I fulfill, accomplish, (c) I pay.

字形

出處

馬太福音 7:28 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
耶穌講完了這些話、衆人都希奇他的教訓.

馬太福音 10:23 ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
有人在這城裏逼迫你們、就逃到那城裏去.我實在告訴你們、以色列的城邑、你們還沒有走徧、人子就到了。

馬太福音 11:1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
耶穌吩咐完了十二個門徒、就離開那裏、往各城去傳道教訓人。

馬太福音 13:53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.
耶穌說完了這些比喻、就離開那裏、

馬太福音 17:24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
到了迦百農、有收丁稅的人來見彼得說、你們的先生不納丁稅麼。(丁稅約有半塊錢)

馬太福音 19:1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
耶穌說完了這些話、就離開加利利、來到猶太的境界、約但河外。

馬太福音 26:1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·
耶穌說完了這一切的話、就對門徒說、

路加福音 2:39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ.
約瑟和馬利亞照主的律法、辦完了一切的事、就回加利利、到自己的城拿撒勒去了。

路加福音 12:50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.
我有當受的洗.還沒有成就、我是何等的迫切呢。

路加福音 18:31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
耶穌帶着十二個門徒、對他們說、看哪、我們上耶路撒冷去.先知所寫的一切事、都要成就在人子身上.

路加福音 22:37 λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
我告訴你們、經上寫着說、『他被列在罪犯之中。』這話必應驗在我身上、因爲那關係我的事、必然成就。

約翰福音 19:28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ.
這事以後、耶穌知道各樣的事已經成了、爲要使經上的話應驗、就說、我渴了。

約翰福音 19:30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.
耶穌嘗(原文作受)了那醋、就說、成了.便低下頭、將靈魂交付神了。

使徒行傳 13:29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
旣成就了經上指着他所記的一切話、就把他從木頭上取下來、放在墳墓裏。

羅馬書 2:27 καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.
而且那本來未受割禮的、若能全守律法、豈不是要審判你這有儀文和割禮竟犯律法的人麼。

羅馬書 13:6 διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
你們納糧、也爲這個緣故.因他們是神的差役、常常特管這事。

哥林多後書 12:9 καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
他對我說、我的恩典彀你用的.因爲我的能力、是在人的輭弱上顯得完全.所以我更喜歡誇自己的輭弱、好叫基督的能力覆庇我.

加拉太書 5:16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
我說、你們當順着聖靈而行、就不放縱肉體的情慾了。

提摩太後書 4:7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
那美好的仗我已經打過了.當跑的路我已經跑盡了.所信的道我已經守住了.

雅各書 2:8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·
經上記着說、『要愛人如己。』你們若全守這至尊的律法纔是好的.

啟示錄 10:7 ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας.
但在第七位天使吹號發聲的時候、神的奧祕、就成全了、正如神所傳給他僕人衆先知的佳音。

啟示錄 11:7 Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.
他們作完見證的時候、那從無底坑裏上來的獸、必與他們交戰、並且得勝、把他們殺了。

啟示錄 15:1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
我又看見在天上有異象、大而且奇、就是七位天使掌管末了的七災.因爲神的大怒在這七災中發盡了。

啟示錄 15:8 καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
因神的榮耀、和能力、殿中充滿了煙.於是沒有人能以進殿、直等到那七位天使所降的七災完畢了。

啟示錄 17:17 ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ.
因爲神使諸王同心合意、遵行他的旨意、把自己的國給那獸、直等到神的話都應驗了。

啟示錄 20:3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.
扔在無底坑裏、將無底坑關閉、用印封上、使他不得再迷惑列國、等到那一千年完了.以後必須暫時釋放他。

啟示錄 20:5 οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη.
這是頭一次的復活。其餘的死人還沒有復活、直等那一千年完了。

啟示錄 20:7 Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,
那一千年完了、撒但必從監牢裏被釋放、