希伯來書 第 13 章 希臘文原文與和合本

13:1 Ἡ φιλαδελφία μενέτω.
你們務要常存弟兄相愛的心。

13:2 τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
不可忘記用愛心接待客旅.因爲曾有接待客旅的、不知不覺就接待了天使。

13:3 μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
你們要記念被捆綁的人、好像與他們同受捆綁、也要記念遭苦害的人、想到自己也在肉身之內。

13:4 τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.
婚姻、人人都當尊重、牀也不可汚穢.因爲苟合行淫的人神必要審判。

13:5 ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω·
你們存心不可貪愛錢財.要以自己所有的爲足.因爲主曾說、『我總不撇下你、也不丟棄你。』

13:6 ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
所以我們可以放膽說、『主是幫助我的、我必不懼怕.人能把我怎麼樣呢。』

13:7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
從前引導你們、傳神之道給你們的人、你們要想念他們、效法他們的信心、留心看他們爲人的結局。

13:8 Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
耶穌基督、昨日今日一直到永遠是一樣的。

13:9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες.
你們不要被那諸般怪異的教訓勾引了去.因爲人心靠恩得堅固纔是好的.並不是靠飲食.那在飲食上專心的、從來沒有得着益處。

13:10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.
我們有一祭壇、上面的祭物是那些在帳幕中供職的人不可同喫的。

13:11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς·
原來牲畜的血、被大祭司帶入聖所作贖罪祭、牲畜的身子、被燒在營外。

13:12 διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.
所以耶穌、要用自己的血叫百姓成聖、也就在城門外受苦。

13:13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.
這樣、我們也當出到營外就了他去、忍受他所受的凌辱。

13:14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν·
我們在這裏本沒有常存的城、乃是尋求那將來的城。

13:15 δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτ’ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
我們應當靠着耶穌、常常以頌讚爲祭、獻給神、這就是那承認主名之人嘴唇的果子。

13:16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.
只是不可忘記行善、和捐輸的事.因爲這樣的祭、是神所喜悅的。

13:17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
你們要依從那些引導你們的、且要順服.因他們爲你們的靈魂時刻儆醒、好像那將來交帳的人.你們要使他們交的時候有快樂、不至憂愁.若憂愁就與你們無益了。

13:18 Προσεύχεσθε περὶ ἡμῶν, πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.
請你們爲我們禱告.因我們自覺良心無虧、願意凡事按正道而行。

13:19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
我更求你們爲我禱告、使我快些回到你們那裏去。

13:20 Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν,
但願賜平安的神、就是那憑永約之血使羣羊的大牧人我主耶穌、從死裏復活的神、

13:21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
在各樣善事上、成全你們、叫你們遵行他的旨意、又藉着耶穌基督在你們心裏行他所喜悅的事.願榮耀歸給他、直到永永遠遠。阿們。

13:22 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
弟兄們、我畧畧寫信給你們、望你們聽我勸勉的話。

13:23 γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς.
你們該知道我們的兄弟提摩太已經釋放了.他若快來、我必同他去見你們。

13:24 ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
請你們問引導你們的諸位和衆聖徒安。從義大利來的人也問你們安。

13:25 ἡ χάρις μετὰ πάντων ὑμῶν.
願恩惠常與你們衆人同在。阿們。

← 希伯來書 12 章