希伯來書 第 12 章 希臘文原文與和合本

12:1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
我們旣有這許多的見證人、如同雲彩圍着我們、就當放下各樣的重擔、脫去容易纏累我們的罪、存心忍耐、奔那擺在我們前頭的路程、

12:2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.
仰望爲我們信心創始成終的耶穌.(或作仰望那將眞道創始成終的耶穌)他因那擺在前面的喜樂、就輕看羞辱、忍受了十字架的苦難、便坐在神寶座的右邊。

12:3 Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἑαυτοὺς ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
那忍受罪人這樣頂撞的、你們要思想、免得疲倦灰心。

12:4 οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
你們與罪惡相爭、還沒有抵擋到流血的地步。

12:5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος·
你們又忘了那勸你們如同勸兒子的話、說、『我兒、你不可輕看主的管教、被他責備的時候、也不可灰心.

12:6 ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
因爲主所愛的他必管教、又鞭打凡所收納的兒子。』

12:7 εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;
你們所忍受的、是神管教你們、待你們如同待兒子.焉有兒子不被父親管教的呢。

12:8 εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε.
管教原是衆子所共受的、你們若不受管教、就是私子、不是兒子了。

12:9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
再者、我們曾有生身的父管教我們、我們尚且敬重他、何况萬靈的父、我們豈不更當順服他得生麼。

12:10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
生身的父都是暫隨己意管教我們.惟有萬靈的父管教我們、是要我們得益處、使我們在他的聖潔上有分。

12:11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
凡管教的事、當時不覺得快樂、反覺得愁苦.後來卻爲那經練過的人、結出平安的果子、就是義.

12:12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,
所以你們要把下垂的手、發酸的腿、挺起來.

12:13 καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
也要爲自己的脚把道路修直了、使瘸子不至歪脚、反得痊愈。(歪脚或作差路)

12:14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον,
你們要追求與衆人和睦、並要追求聖潔.非聖潔沒有人能見主.

12:15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δι’ αὐτῆς μιανθῶσιν πολλοί,
又要謹愼、恐怕有人失了神的恩.恐怕有毒根生出來擾亂你們、因此叫衆人沾染汚穢.

12:16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ.
恐怕有淫亂的、有貪戀世俗如以掃的.他因一點食物把自己長子的名分賣了。

12:17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
後來想要承受父所祝的福、竟被棄絕、雖然號哭切求、卻得不着門路、使他父親的心意回轉、這是你們知道的。

12:18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ
你們原不是來到那能摸的山、此山有火燄、密雲、黑暗、暴風、

12:19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
角聲與說話的聲音.那些聽見這聲音的、都求不要再向他們說話.

12:20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται·
因爲他們當不起所命他們的話、說、『靠近這山的、卽便是走獸、也要用石頭打死。』

12:21 καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος.
所見的極其可怕、甚至摩西說、『我甚是恐懼戰兢。』

12:22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει
你們乃是來到錫安山、永生神的城邑、就是天上的耶路撒冷.那裏有千萬的天使、

12:23 καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,
有名錄在天上諸長子之會所共聚的總會、有審判衆人的神、和被成全之義人的靈魂、

12:24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.
並新約的中保耶穌、以及所灑的血.這血所說的比亞伯的血所說的更美。

12:25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι·
你們總要謹愼、不可棄絕那向你們說話的.因爲那些棄絕在地上警戒他們的、尚且不能逃罪、何况我們違背那從天上警戒我們的呢。

12:26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.
當時他的聲音震動了地.但如今他應許說、『再一次我不單要震動地、還要震動天。』

12:27 τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
這再一次的話、是指明被震動的、就是受造之物、都要挪去、使那不被震動的常存。

12:28 διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ εὐλαβείας καὶ δέους,
所以我們旣得了不能震動的國、就當感恩、照神所喜悅的、用虔誠敬畏的心事奉神。

12:29 καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.
因爲我們的神乃是烈火。

← 希伯來書 11 章 希伯來書 13 章 →