哥林多前書 第 16 章 希臘文原文與和合本

16:1 Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
論到爲聖徒捐錢、我從前怎樣吩咐加拉太的衆教會、你們也當怎樣行。

16:2 κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
每逢七日的第一日、各人要照自己的進項抽出來留着.免得我來的時候現湊。

16:3 ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
及至我來到了、你們寫信舉薦誰、我就打發他們、把你們的捐資送到耶路撒冷去.

16:4 ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
若我也該去、他們可以和我同去。

16:5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι,
我要從馬其頓經過.旣經過了、就要到你們那裏去.

16:6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
或者和你們同住幾時、或者也過冬.無論我往那裏去、你們就可以給我送行。

16:7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ.
我如今不願意路過見你們.主若許我、我就指望和你們同住幾時。

16:8 ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
但我要仍舊住在以弗所、直等到五旬節.

16:9 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
因爲有寬大又有功效的門、爲我開了、並且反對的人也多。

16:10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ·
若是提摩太來到、你們要留心、叫他在你們那裏無所懼怕.因爲他勞力作主的工、像我一樣.

16:11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
所以無論誰、都不可藐視他.只要送他平安前行、叫他到我這裏來.因我指望他和弟兄們同來。

16:12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
至於兄弟亞波羅、我再三的勸他、同弟兄們到你們那裏去.但這時他決不願意去.幾時有了機會他必去。

16:13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
你們務要儆醒、在眞道上站立得穩、要作大丈夫、要剛強。

16:14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
凡你們所作的、都要憑愛心而作。

16:15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
弟兄們、你們曉得司提反一家、是亞該亞初結的果子.並且他們專以服事聖徒爲念.

16:16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
我勸你們順服這樣的人、並一切同工同勞的人。

16:17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,
司提反、和福徒拿都、並亞該古、到這裏來、我很喜歡.因爲你們待我有不及之處、他們補上了。

16:18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
他們叫我和你們心裏都快活.這樣的人、你們務要敬重。

16:19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.
亞西亞的衆教會問你們安。亞居拉和百基拉、並在他們家裏的教會、因主多多的問你們安。

16:20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
衆弟兄都問你們安。你們要親嘴問安、彼此務要聖潔。

16:21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
我保羅親筆問安。

16:22 εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. Μαράνα θά.
若有人不愛主、這人可詛可咒。主必要來。

16:23 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ’ ὑμῶν.
願主耶穌基督的恩、常與你們衆人同在。

16:24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
我在基督耶穌裏的愛、與你們衆人同在。阿們。

← 哥林多前書 15 章