哥林多前書 第 15 章 希臘文原文與和合本
15:1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,
弟兄們、我如今把先前所傳給你們的福音、告訴你們知道、這福音你們也領受了、又靠着站立得住.
15:2 δι’ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
並且你們若不是徒然相信、能以持守我所傳給你們的、就必因這福音得救。
15:3 Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,
我當日所領受又傳給你們的、第一、就是基督照聖經所說、爲我們的罪死了.
15:4 καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς,
而且埋葬了.又照聖經所說、第三天復活了.
15:5 καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα·
並且顯給磯法看.然後顯給十二使徒看.
15:6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν·
後來一時顯給五百多弟兄看、其中一大半到如今還在、卻也有已經睡了的.
15:7 ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν·
以後顯給雅各看.再顯給衆使徒看.
15:8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
末了也顯給我看.我如同未到產期而生的人一般。
15:9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
我原是使徒中最小的、不配稱爲使徒、因爲我從前逼迫神的教會。
15:10 χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί.
然而我今日成了何等人、是蒙神的恩纔成的.並且他所賜我的恩、不是徒然的.我比衆使徒格外勞苦.這原不是我、乃是神的恩與我同在。
15:11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
不拘是我是衆使徒、我們如此傳、你們也如此信了。
15:12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
旣傳基督是從死裏復活了、怎麼在你們中間、有人說沒有死人復活的事呢。
15:13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
若沒有死人復活的事、基督也就沒有復活了。
15:14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν,
若基督沒有復活、我們所傳的便是枉然、你們所信的也是枉然。
15:15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
並且明顯我們是爲神妄作見證的.因我們見證神是叫基督復活了.若死人眞不復活、神也就沒有叫基督復活了。
15:16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
因爲死人若不復活、基督也就沒有復活了。
15:17 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
基督若沒有復活、你們的信便是徒然.你們仍在罪裏。
15:18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
就是在基督裏睡了的人也滅亡了。
15:19 εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
我們若靠基督、只在今生有指望、就算比衆人更可憐。
15:20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
但基督已經從死裏復活、成爲睡了之人初熟的果子。
15:21 ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν·
死旣是因一人而來、死人復活也是因一人而來。
15:22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.
在亞當裏衆人都死了.照樣、在基督裏衆人也都要復活。
15:23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
但各人是按着自己的次序復活。初熟的果子是基督.以後在他來的時候、是那些屬基督的。
15:24 εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν,
再後末期到了、那時、基督旣將一切執政的、掌權的、有能的、都毀滅了、就把國交與父神。
15:25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
因爲基督必要作王、等神把一切仇敵、都放在他的脚下。
15:26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος,
儘末了所毀滅的仇敵、就是死。
15:27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
因爲經上說、『神叫萬物都服在他的脚下。』旣說萬物都服了他、明顯那叫萬物服他的不在其內了。
15:28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν.
萬物旣服了他、那時、子也要自己服那叫萬物服他的、叫神在萬物之上、爲萬物之主。
15:29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;
不然、那些爲死人受洗的、將來怎樣呢.若死人總不復活、因何爲他們受洗呢.
15:30 τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
我們又因何時刻冒險呢。
15:31 καθ’ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
弟兄們、我在我主基督耶穌裏、指着你們所誇的口、極力的說、我是天天冒死。
15:32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.
我若當日像尋常人、在以弗所同野獸戰鬬、那於我有甚麼益處呢.若死人不復活、我們就喫喫喝喝罷.因爲明天要死了。
15:33 μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
你們不要自欺.濫交是敗壞善行。
15:34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.
你們要醒悟爲善、不要犯罪.因爲有人不認識神.我說這話、是要叫你們羞愧。
15:35 Ἀλλὰ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;
或有人問、死人怎樣復活.帶着甚麼身體來呢。
15:36 ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·
無知的人哪、你所種的、若不死就不能生。
15:37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν·
並且你所種的、不是那將來的形體、不過是子粒、卽如麥子、或是別樣的穀.
15:38 ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.
但神隨自己的意思、給他一個形體、並叫各等子粒、各有自己的形體。
15:39 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων.
凡肉體各有不同.人是一樣、獸又是一樣、鳥又是一樣、魚又是一樣。
15:40 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.
有天上的形體、也有地上的形體.但天上形體的榮光是一樣、地上形體的榮光又是一樣。
15:41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
日有日的榮光、月有月的榮光、星有星的榮光.這星和那星的榮光、也有分別。
15:42 Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
死人復活也是這樣.所種的是必朽壞的、復活的是不朽壞的.
15:43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
所種的是羞辱的、復活的是榮耀的.所種的是輭弱的、復活的是強壯的.
15:44 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν.
所種的是血氣的身體、復活的是靈性的身體.若有血氣的身體、也必有靈性的身體。
15:45 οὕτως καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.
經上也是這樣記着說、『首先的人亞當、成了有靈的活人。』(靈或作血氣)末後的亞當、成了叫人活的靈。
15:46 ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
但屬靈的不在先、屬血氣的在先.以後纔有屬靈的。
15:47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.
頭一個人是出於地、乃屬土.第二個人是出於天。
15:48 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
那屬土的怎樣、凡屬土的也就怎樣.屬天的怎樣、凡屬天的也就怎樣。
15:49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
我們旣有屬土的形狀、將來也必有屬天的形狀。
15:50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
弟兄們、我告訴你們說、血肉之體、不能承受神的國.必朽壞的、不能承受不朽壞的。
15:51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα,
我如今把一件奧祕的事告訴你們.我們不是都要睡覺、乃是都要改變、
15:52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
就在一霎時、眨眼之間、號筒末次吹響的時候.因號筒要響、死人要復活成爲不朽壞的、我們也要改變。
15:53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
這必朽壞的、總要變成不朽壞的.(變成原文作穿下同)這必死的、總要變成不死的。
15:54 ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος.
這必朽壞的、旣變成不朽壞的.這必死的、旣變成不死的.那時經上所記、死被得勝吞滅的話就應驗了。
15:55 ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον;
死阿、你得勝的權勢在那裏.死阿、你的毒鈎在那裏.
15:56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·
死的毒鈎就是罪.罪的權勢就是律法。
15:57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
感謝神、使我們藉着我們的主耶穌基督得勝。
15:58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.
所以我親愛的弟兄們、你們務要堅固不可搖動、常常竭力多作主工、因爲知道你們的勞苦、在主裏面不是徒然的。