βιβλίον 書冊、卷軸、文書
Strong G975・名詞・新約出現 34 次・英文:a papyrus roll
中文義項
- 書冊;卷軸;文書:以卷軸或書冊展現的文件(30 次)
- 書:書的內容(4 次)
- 書面聲明;證書;報告;記錄:書面形式的相對簡短的陳述(1 次)
a papyrus roll.
字形
- βιβλίον 名詞 直接受格 單數 中性(15 次)
- βιβλίῳ 名詞 間接受格 單數 中性(6 次)
- βιβλίου 名詞 所有格 單數 中性(6 次)
- βιβλίον 名詞 主格 單數 中性(3 次)
- βιβλία 名詞 直接受格 複數 中性(2 次)
- βιβλία 名詞 主格 複數 中性(1 次)
- βιβλίοις 名詞 間接受格 複數 中性(1 次)
出處
馬太福音 19:7 λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν;
法利賽人說、這樣、摩西爲甚麼吩咐給妻子休書、就可以休他呢。
馬可福音 10:4 οἱ δὲ εἶπαν· Ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
他們說、摩西許人寫了休書便可以休妻。
路加福音 4:17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον·
有人把先知以賽亞的書交給他、他就打開、找到一處寫着說、
路加福音 4:17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον·
有人把先知以賽亞的書交給他、他就打開、找到一處寫着說、
路加福音 4:20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.
於是把書捲起來、交還執事、就坐下.會堂裏的人都定睛看他。
約翰福音 20:30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
耶穌在門徒面前、另外行了許多神蹟、沒有記在這書上。
約翰福音 21:25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία.
耶穌所行的事、還有許多、若是一一的都寫出來、我想所寫的書、就是世界也容不下了。
加拉太書 3:10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.
凡以行律法爲本的、都是被咒詛的.因爲經上記着、『凡不常照律法書上所記一切之事去行的、就被咒詛。』
提摩太後書 4:13 τὸν φαιλόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
我在特羅亞留於加布的那件外衣、你來的時候可以帶來.那些書也要帶來.更要緊的是那些皮卷。
希伯來書 9:19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν,
因爲摩西當日照着律法、將各樣誡命傳給衆百姓、就拿朱紅色絨和牛膝草、把牛犢山羊的血和水、灑在書上、又灑在衆百姓身上、說、
希伯來書 10:7 τότε εἶπον· Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.
那時我說、神阿、我來了爲要照你的旨意行.我的事在經卷上已經記載了。』
啟示錄 1:11 λεγούσης· Ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.
你所看見的、當寫在書上、達與以弗所、士每拿、別迦摩、推雅推喇、撒狄、非拉鐵非、老底嘉、那七個教會。
啟示錄 5:1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
我看見坐寶座的右手中有書卷、裏外都寫着字、用七印封嚴了。
啟示錄 5:2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
我又看見一位大力的天使、大聲宣傳說、有誰配展開那書卷、揭開那七印呢。
啟示錄 5:3 καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
在天上、地上、地底下、沒有能展開能觀看那書卷的。
啟示錄 5:4 καὶ ἐγὼ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό·
因爲沒有配展開、配觀看那書卷的、我就大哭。
啟示錄 5:5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
長老中有一位對我說、不要哭.看哪、猶大支派中的獅子、大衞的根、他已得勝、能以展開那書卷、揭開那七印。
啟示錄 5:8 καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·
他旣拿了書卷、四活物和二十四位長老、就俯伏在羔羊面前、各拿着琴、和盛滿了香的金爐.這香就是衆聖徒的祈禱。
啟示錄 5:9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
他們唱新歌、說、你配拿書卷、配揭開七印.因爲你曾被殺、用自己的血從各族各方、各民各國中買了人來、叫他們歸於神、
啟示錄 6:14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
天就挪移、好像書卷被捲起來.山嶺海島都被挪移離開本位。
啟示錄 10:8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετ’ ἐμοῦ καὶ λέγουσαν· Ὕπαγε λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
我先前從天上所聽見的那聲音、又吩咐我說、你去把那踏海踏地之天使手中展開的小書卷取過來.
啟示錄 13:8 καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
凡住在地上、名字從創世以來、沒有記在被殺之羔羊生命册上的人、都要拜他。
啟示錄 17:8 τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται.
你所看見的獸、先前有、如今沒有.將要從無底坑裏上來、又要歸於沉淪。凡住在地上名字從創世以來沒有記在生命册上的、見先前有、如今沒有、以後再有的獸、就必希奇。
啟示錄 20:12 καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
我又看見死了的人、無論大小、都站在寶座前.案卷展開了.並且另有一卷展開、就是生命册.死了的人都憑着這些案卷所記載的、照他們所行的受審判。

啟示錄 21:27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.
凡不潔淨的、並那行可憎與虛謊之事的、總不得進那城.只有名字寫在羔羊生命册上的纔得進去。
啟示錄 22:7 καὶ ἰδοὺ ἔρχομαι ταχύ· μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
看哪、我必快來。凡遵守這書上豫言的有福了。
啟示錄 22:9 καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
他對我說、千萬不可.我與你、和你的弟兄衆先知、並那些守這書上言語的人、同是作僕人的.你要敬拜神。
啟示錄 22:10 Καὶ λέγει μοι· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
他又對我說、不可封了這書上的豫言.因爲日期近了。
啟示錄 22:18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσει ὁ θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
我向一切聽見這書上豫言的作見證、若有人在這豫言上加添甚麼、神必將寫在這書上的災禍加在他身上.

啟示錄 22:19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
這書上的豫言、若有人删去甚麼、神必從這書上所寫的生命樹、和聖城、删去他的分。