καθαρίζω 潔淨、清潔、除去污穢

Strong G2511・動詞・新約出現 31 次・英文:I make clean

中文義項

  1. 使潔淨;清洗;洗淨:使某物變得潔淨(6 次)
  2. 潔淨;清潔;除去污穢:除去禮儀上的污穢或不潔(15 次)
  3. 治好並使人在禮儀上潔淨;治好並使人在禮儀上成為可接納的:給人治好導致禮儀上不潔淨的病(14 次)

I cleanse, make clean, literally, ceremonially, or spiritually, according to context.

字形

出處

馬太福音 8:2 καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
有一個長大痲瘋的、來拜他說、主若肯、必能叫我潔淨了。

馬太福音 8:3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
耶穌伸手摸他說、我肯、你潔淨了罷.他的大痲瘋立刻就潔淨了。

馬太福音 8:3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
耶穌伸手摸他說、我肯、你潔淨了罷.他的大痲瘋立刻就潔淨了。

馬太福音 10:8 ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
醫治病人、叫死人復活、叫長大痲瘋的潔淨、把鬼趕出去.你們白白的得來、也要白白的捨去。

馬太福音 11:5 τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται·
就是瞎子看見、瘸子行走、長大痲瘋的潔淨、聾子聽見、死人復活、窮人有福音傳給他們。

馬太福音 23:25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.
你們這假冒爲善的文士和法利賽人有禍了.因爲你們洗淨杯盤的外面、裏面卻盛滿了勒索和放蕩。

馬太福音 23:26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν.
你這瞎眼的法利賽人、先洗淨杯盤的裏面、好叫外面也乾淨了。

馬可福音 1:40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
有一個長大痲瘋的、來求耶穌、向他跪下說、你若肯、必能叫我潔淨了。

馬可福音 1:41 καὶ ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι·
耶穌動了慈心、就伸手摸他、說、我肯、你潔淨了罷。

馬可福音 1:42 καὶ εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
大痲瘋卽時離開他、他就潔淨了。

馬可福音 7:19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται; —καθαρίζων πάντα τὰ βρώματα.
因爲不是入他的心、乃是入他的肚腹、又落到茅廁裏。這是說、各樣的食物、都是潔淨的。

路加福音 4:27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος.
先知以利沙的時候、以色列中有許多長大痲瘋的.但內中除了叙利亞國的乃縵、沒有一個得潔淨的。

路加福音 5:12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
有一回耶穌在一個城裏、有人滿身長了大痲瘋、看見他、就俯伏在地、求他說、主若肯、必能叫我潔淨了。

路加福音 5:13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ.
耶穌伸手摸他、說、我肯、你潔淨了罷.大痲瘋立刻就離了他的身。

路加福音 7:22 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
耶穌回答說、你們去把所看見所聽見的事告訴約翰.就是瞎子看見、瘸子行走、長大痲瘋的潔淨、聾子聽見、死人復活、窮人有福音傳給他們。

路加福音 11:39 εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
主對他說、如今你們法利賽人洗淨杯盤的外面.你們裏面卻滿了勒索和邪惡。

路加福音 17:14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
耶穌看見、就對他們說、你們去把身體給祭司察看。他們去的時候就潔淨了。

路加福音 17:17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ;
耶穌說、潔淨了的不是十個人麼.那九個在哪裏呢。

使徒行傳 10:15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
第二次有聲音向他說、神所潔淨的、你不可當作俗物。

使徒行傳 11:9 ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
第二次、有聲音從天上說、神所潔淨的、你不可當作俗物。

使徒行傳 15:9 καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
又藉着信潔淨了他們的心、並不分他們我們。

哥林多後書 7:1 ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
親愛的弟兄阿、我們旣有這等應許、就當潔淨自己、除去身體靈魂一切的汚穢、敬畏神、得以成聖。

以弗所書 5:26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
要用水藉着道、把教會洗淨、成爲聖潔、

提多書 2:14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
他爲我們捨了自己、要贖我們脫離一切罪惡、又潔淨我們、特作自己的子民、熱心爲善。

希伯來書 9:14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
何况基督藉着永遠的靈、將自己無瑕無疵獻給神、他的血豈不更能洗淨你們的心(原文作良心)除去你們的死行、使你們事奉那永生神麼。

希伯來書 9:22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
按着律法、凡物差不多都是用血潔淨的、若不流血、罪就不得赦免了。

希伯來書 9:23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.
照着天上樣式作的物件、必須用這些祭物去潔淨.但那天上的本物、自然當用更美的祭物去潔淨。

希伯來書 10:2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους;
若不然、獻祭的事豈不早已止住了麼.因爲禮拜的人、良心旣被潔淨、就不再覺得有罪了。

雅各書 4:8 ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
你們親近神、神就必親近你們。有罪的人哪、要潔淨你們的手。心懷二意的人哪、要清潔你們的心。

約翰一書 1:7 ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων καὶ τὸ αἷμα Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
我們若在光明中行、如同神在光明中、就彼此相交、他兒子耶穌的血也洗淨我們一切的罪。

約翰一書 1:9 ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
我們若認自己的罪、神是信實的、是公義的、必要赦免我們的罪、洗淨我們一切的不義。