μήποτε 從而……不……、免得、可能
Strong G3379・連接詞・新約出現 25 次・英文:lest at any time, lest, perhaps
中文義項
- 從不;永不;沒有;不能:否定一個不確定的時間點(1 次)
- 可能;恐怕;也許;難道:表示不肯定的(4 次)
- 從而……不……;免得:表示消極的目的,常有憂慮的含意(20 次)
lest at any time, lest; then weakened: whether perhaps, whether at all; in a principal clause: perhaps.
字形
- μήποτε 連接詞(23 次)
- μήποτέ 連接詞(1 次)
- Μήποτε 連接詞(1 次)
出處
馬太福音 4:6 καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
對他說、你若是神的兒子、可以跳下去.因爲經上記着說、『主要爲你吩咐他的使者、用手托着你、免得你的脚碰在石頭上。』
馬太福音 5:25 ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ·
你同告你的對頭還在路上、就趕緊與他和息.恐怕他把你送給審判官、審判官交付衙役、你就下在監裏了。
馬太福音 7:6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
不要把聖物給狗、也不要把你們的珍珠丟在豬前、恐怕他踐踏了珍珠、轉過來咬你們。
馬太福音 13:15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
因爲這百姓油蒙了心、耳朶發沉、眼睛閉着.恐怕眼睛看見、耳朶聽見、心裏明白、回轉過來、我就醫治他們。
馬太福音 13:29 ὁ δέ φησιν· Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον·
主人說、不必、恐怕薅稗子、連麥子也拔出來。
馬太福音 15:32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
耶穌叫門徒來說、我憐憫這衆人、因爲他們同我在這裏已經三天、也沒有喫的了.我不願意叫他們餓着回去、恐怕在路上困乏。
馬太福音 25:9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
聰明的回答說、恐怕不彀你我用的.不如你們自己到賣油的那裏去買罷。
馬太福音 27:64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
因此、請吩咐人將墳墓把守妥當、直到第三日.恐怕他的門徒來把他偷了去、就告訴百姓說、他從死裏復活了.這樣、那後來的迷惑、比先前的更利害了。
馬可福音 4:12 ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς.
叫他們看是看見、卻不曉得.聽是聽見、卻不明白.恐怕他們回轉過來、就得赦免。
馬可福音 14:2 ἔλεγον γάρ· Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἔσται θόρυβος τοῦ λαοῦ.
只是說、當節的日子不可、恐怕百姓生亂。
路加福音 3:15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός,
百姓指望基督來的時候、人都心裏猜疑、或者約翰是基督。
路加福音 4:11 καὶ ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
他們要用手托着你、免得你的脚碰在石頭上。』
路加福音 12:58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
你同告你的對頭去見官、還在路上、務要盡力的和他了結.恐怕他拉你到官面前、官交付差役、差役把你下在監裏。
路加福音 14:8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ
你被人請去赴婚姻的筵席、不要坐在首位上.恐怕有比你尊貴的客、被他請來.
路加福音 14:12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
耶穌又對請他的人說、你擺設午飯、或晚飯、不要請你的朋友、弟兄、親屬、和富足的鄰舍.恐怕他們也請你、你就得了報答。
路加福音 14:29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν
恐怕安了地基、不能成功、看見的人都笑話他、
路加福音 21:34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
你們要謹愼、恐怕因貪食醉酒並今生的思慮、累住你們的心、那日子就如同網羅忽然臨到你們.
約翰福音 7:26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός;
你看他還明明的講道、他們也不向他說甚麼、難道官長眞知道這是基督麼。
使徒行傳 5:39 εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτούς·) μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ,
若是出於神、你們就不能敗壞他們.恐怕你們倒是攻擊神了。
使徒行傳 28:27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
因爲這百姓、油蒙了心、耳朶發沉、眼睛閉着.恐怕眼睛看見、耳朶聽見、心裏明白、回轉過來、我就醫治他們。』
提摩太後書 2:25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
用溫柔勸戒那抵擋的人.或者神給他們悔改的心、可以明白眞道.
希伯來書 2:1 Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.
所以我們當越發鄭重所聽見的道理、恐怕我們隨流失去。
希伯來書 3:12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
弟兄們、你們要謹愼、免得你們中間、或有人存着不信的惡心、把永生神離棄了.
希伯來書 4:1 Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι·
我們旣蒙留下有進入他安息的應許、就當畏懼、免得我們中間、(我們原文作你們)或有人似乎是趕不上了。
希伯來書 9:17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.
因爲人死了、遺命纔有効力、若留遺命的尚在、那遺命還有用處麼。