πορνεία 從事不正當的性行為、行淫、姦淫
Strong G4202・名詞・新約出現 25 次・英文:fornication, idolatry
中文義項
- 從事不正當的性行為;行淫;姦淫;通姦;賣淫:任何形式的不道德性行為,經常暗示賣淫(25 次)
fornication, whoredom; met: idolatry.
字形
- πορνείας 名詞 所有格 單數 陰性(11 次)
- πορνείᾳ 名詞 間接受格 單數 陰性(4 次)
- πορνείαν 名詞 直接受格 單數 陰性(3 次)
- πορνεία 名詞 主格 單數 陰性(3 次)
- πορνεῖαι 名詞 主格 複數 陰性(2 次)
- πορνείας 名詞 直接受格 複數 陰性(1 次)
- Πορνεία 名詞 主格 單數 陰性(1 次)
出處
馬太福音 5:32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.
只是我告訴你們、凡休妻的、若不是爲淫亂的緣故、就是叫他作淫婦了.人若娶這被休的婦人、也是犯姦淫了。
馬太福音 15:19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
因爲從心裏發出來的、有惡念、凶殺、姦淫、苟合、偷盜、妄證、謗讟.
馬太福音 19:9 λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
我告訴你們、凡休妻另娶的、若不是爲淫亂的緣故、就是犯姦淫了、有人娶那被休的婦人、也是犯姦淫了。
馬可福音 7:21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι,
因爲從裏面、就是從人心裏、發出惡念、苟合、
約翰福音 8:41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν.
你們是行你們父所行的事。他們說、我們不是從淫亂生的.我們只有一位父就是神。
使徒行傳 15:20 ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος·
只要寫信、吩咐他們禁戒偶像的汚穢和姦淫、並勒死的牲畜、和血。
使徒行傳 15:29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
就是禁戒祭偶像的物、和血、並勒死的牲畜、和姦淫.這幾件你們若能自己禁戒不犯、就好了.願你們平安。
使徒行傳 21:25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἀπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
至於信主的外邦人、我們已經寫信擬定、叫他們謹忌那祭偶像之物、和血、並勒死的牲畜、與姦淫。
哥林多前書 5:1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
風聞在你們中間有淫亂的事.這樣的淫亂、連外邦人中也沒有、就是有人收了他的繼母。
哥林多前書 5:1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
風聞在你們中間有淫亂的事.這樣的淫亂、連外邦人中也沒有、就是有人收了他的繼母。
哥林多前書 6:13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι·
食物是爲肚腹、肚腹是爲食物.但神要叫這兩樣都廢壞。身子不是爲淫亂、乃是爲主.主也是爲身子.
哥林多前書 6:18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
你們要逃避淫行。人所犯的、無論甚麼罪、都在身子以外.惟有行淫的、是得罪自己的身子。
哥林多前書 7:2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
但要免淫亂的事、男子當各有自己的妻子、女子也當各有自己的丈夫。
哥林多後書 12:21 μὴ πάλιν ἐλθόντος μου ταπεινώσῃ με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
且怕我來的時候、我的神叫我在你們面前慚愧.又因許多人從前犯罪、行汚穢姦淫邪蕩的事、不肯悔改、我就憂愁。
加拉太書 5:19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
情慾的事、都是顯而易見的.就如姦淫、汚穢、邪蕩、
以弗所書 5:3 Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
至於淫亂、並一切汚穢、或是貪婪、在你們中間連題都不可、方合聖徒的體統。
歌羅西書 3:5 Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία,
所以要治死你們在地上的肢體.就如淫亂、汚穢、邪情、惡慾、和貪婪、貪婪就與拜偶像一樣。
帖撒羅尼迦前書 4:3 τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας,
神的旨意就是要你們成爲聖潔、遠避淫行.
啟示錄 2:21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
我曾給他悔改的機會、他卻不肯悔改他的淫行。
啟示錄 9:21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
又不悔改他們那些凶殺、邪術、姦淫、偷竊的事。
啟示錄 14:8 Καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησεν λέγων· Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
又有第二位天使、接着說、叫萬民喝邪淫大怒之酒的巴比倫大城傾倒了、傾倒了。
啟示錄 17:2 μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
地上的君王與他行淫.住在地上的人喝醉了他淫亂的酒。
啟示錄 17:4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς,
那女人穿着紫色和朱紅色的衣服、用金子寶石珍珠爲妝飾.手拿金杯、杯中盛滿了可憎之物、就是他淫亂的汚穢。
啟示錄 18:3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπτωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
因爲列國都被他邪淫大怒的酒傾倒了.地上的君王與他行淫、地上的客商、因他奢華太過就發了財。
啟示錄 19:2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
他的判斷是眞實公義的.因他判斷了那用淫行敗壞世界的大淫婦、並且向淫婦討流僕人血的罪、給他們伸寃。