Ἰησοῦς 耶穌、約書亞、《思》若蘇厄

Strong G2424・名詞・新約出現 906 次・英文:Jesus

中文義項

  1. 耶穌:拿撒勒人耶穌基督(911 次)
  2. 耶穌:囚犯巴拉巴的另一個名字(太 27:16,太 27:17,正文方括號內)(2 次)
  3. 約細;《思》耶蘇:耶穌家譜中的一員,以利以謝的兒子(1 次)
  4. 耶數;《思》耶穌:保羅的同工,別名是猶士都(1 次)
  5. 約書亞;《思》若蘇厄:約書亞,摩西的接班人(2 次)

Jesus; the Greek form of Joshua; Jesus, son of Eliezer; Jesus, surnamed Justus.

字形

出處(第 10 / 19 頁)

約翰福音 11:51 τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,
他這話不是出於自己、是因他本年作大祭司、所以豫言耶穌將要替這一國死。

約翰福音 11:54 Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
所以耶穌不再顯然行在猶太人中間、就離開那裏往靠近曠野的地方去.到了一座城、名叫以法蓮、就在那裏和門徒同住。

約翰福音 11:56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
他們就尋找耶穌、站在殿裏彼此說、你們的意思如何、他不來過節麼。

約翰福音 12:1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς.
逾越節前六日、耶穌來到伯大尼、就是他叫拉撒路從死裏復活之處。

約翰福音 12:1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς.
逾越節前六日、耶穌來到伯大尼、就是他叫拉撒路從死裏復活之處。

約翰福音 12:3 ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
馬利亞就拿着一斤極貴的眞哪噠香膏、抹耶穌的脚、又用自己頭髮去擦.屋裏就滿了膏的香氣。

約翰福音 12:7 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό·
耶穌說、由他罷、他是爲我安葬之日存留的。

約翰福音 12:9 Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.
有許多猶太人知道耶穌在那裏、就來了、不但是爲耶穌的緣故、也是要看他從死裏所復活的拉撒路。

約翰福音 12:11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
因有好些猶太人、爲拉撒路的緣故、回去信了耶穌。

約翰福音 12:12 Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα,
第二天有許多上來過節的人、聽見耶穌將到耶路撒冷、

約翰福音 12:14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον·
耶穌得了一個驢駒、就騎上.如經上所記的說、

約翰福音 12:16 ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.
這些事門徒起先不明白.等到耶穌得了榮耀以後、纔想起這話是指着他寫的、並且衆人果然向他這樣行了。

約翰福音 12:21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
他們來見加利利伯賽大的腓力、求他說、先生、我們願意見耶穌。

約翰福音 12:22 ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ.
腓力去告訴安得烈、安得烈同腓力去告訴耶穌。

約翰福音 12:23 ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.
耶穌說、人子得榮耀的時候到了。

約翰福音 12:30 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς.
耶穌說、這聲音不是爲我、是爲你們來的。

約翰福音 12:35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
耶穌對他們說、光在你們中間、還有不多的時候、應當趁着有光行走、免得黑暗臨到你們.那在黑暗裏行走的、不知道往何處去。

約翰福音 12:36 ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν.
你們應當趁着有光、信從這光、使你們成爲光明之子。耶穌說了這話、就離開他們、隱藏了。

約翰福音 12:44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με,
耶穌大聲說、信我的、不是信我、乃是信那差我來的。

約翰福音 13:1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς.
逾越節以前、耶穌知道自己離世歸父的時候到了.他旣然愛世間屬自己的人、就愛他們到底。

約翰福音 13:7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
耶穌回答說、我所作的、你如今不知道、後來必明白。

約翰福音 13:8 λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη Ἰησοῦς αὐτῷ· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.
彼得說、你永不可洗我的脚。耶穌說、我若不洗你、你就與我無分了。

約翰福音 13:10 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.
耶穌說、凡洗過澡的人、只要把脚一洗、全身就乾淨了.你們是乾淨的、然而不都是乾淨的。

約翰福音 13:21 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
耶穌說了這話、心裏憂愁、就明說、我實實在在的告訴你們、你們中間有一個人要賣我了。

約翰福音 13:23 ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς·
有一個門徒、是耶穌所愛的、側身挨近耶穌的懷裏。

約翰福音 13:23 ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς·
有一個門徒、是耶穌所愛的、側身挨近耶穌的懷裏。

約翰福音 13:25 ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν;
那門徒便就勢靠着耶穌的胸膛、問他說、主阿、是誰呢。

約翰福音 13:26 ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ· βάψας οὖν τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου.
耶穌回答說、我蘸一點餅給誰、就是誰。耶穌就蘸了一點餅、遞給加畧人西門的兒子猶大。

約翰福音 13:27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον.
他喫了以後、撒但就入了他的心。耶穌便對他說、你所作的快作罷。

約翰福音 13:29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
有人因猶大帶着錢囊、以爲耶穌是對他說、你去買我們過節所應用的東西.或是叫他拿甚麼賙濟窮人。

約翰福音 13:31 Ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ·
他旣出去、耶穌就說、如今人子得了榮耀、神在人子身上也得了榮耀。

約翰福音 13:36 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.
西門彼得問耶穌說、主往那裏去。耶穌回答說、我所去的地方、你現在不能跟我去.後來卻要跟我去.

約翰福音 13:38 ἀποκρίνεται Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς.
耶穌說、你願意爲我捨命麼.我實實在在的告訴你、雞叫以先、你要三次不認我。

約翰福音 14:6 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ.
耶穌說、我就是道路、眞理、生命.若不藉着我、沒有人能到父那裏去。

約翰福音 14:9 λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα;
耶穌對他說、腓力、我與你們同在這樣長久、你還不認識我麼。人看見了我、就是看見了父.你怎麼說、將父顯給我們看呢。

約翰福音 14:23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα.
耶穌回答說、人若愛我、就必遵守我的道.我父也必愛他、並且我們要到他那裏去、與他同住。

約翰福音 16:19 ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
耶穌看出他們要問他、就說、我說等不多時、你們就不得見我、再等不多時、你們還要見我.你們爲這話彼此相問麼。

約翰福音 16:31 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε;
耶穌說、現在你們信麼。

約翰福音 17:1 Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σέ,
耶穌說了這話、就舉目望天說、父阿、時候到了.願你榮耀你的兒子、使兒子也榮耀你.

約翰福音 17:3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
認識你獨一的眞神、並且認識你所差來的耶穌基督、這就是永生。

約翰福音 18:1 Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
耶穌說了這話、就同門徒出去、過了汲淪溪、在那裏有一個園子、他和門徒進去了。

約翰福音 18:2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
賣耶穌的猶大也知道那地方.因爲耶穌和門徒屢次上那裏去聚集。

約翰福音 18:4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν, καὶ λέγει αὐτοῖς· Τίνα ζητεῖτε;
耶穌知道將要臨到自己的一切事、就出來、對他們說、你們找誰。

約翰福音 18:5 ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς· Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν.
他們回答說、找拿撒勒人耶穌。耶穌說、我就是。賣他的猶大也同他們站在那裏。

約翰福音 18:7 πάλιν οὖν ἐπηρώτησεν αὐτούς· Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον.
他又問他們說、你們找誰。他們說、找拿撒勒人耶穌。

約翰福音 18:8 ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
耶穌說、我已經告訴你們、我就是.你們若找我、就讓這些人去罷。

約翰福音 18:11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;
耶穌就對彼得說、收刀入鞘罷。我父所給我的那杯、我豈可不喝呢。

約翰福音 18:12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν
那隊兵和千夫長並猶太人的差役、就拿住耶穌、把他捆綁了.

約翰福音 18:15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως,
西門彼得跟着耶穌、還有一個門徒跟着.那門徒是大祭司所認識的.他就同耶穌進了大祭司的院子。

約翰福音 18:15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως,
西門彼得跟着耶穌、還有一個門徒跟着.那門徒是大祭司所認識的.他就同耶穌進了大祭司的院子。

← 上一頁 下一頁 →