Ἰησοῦς 耶穌、約書亞、《思》若蘇厄

Strong G2424・名詞・新約出現 906 次・英文:Jesus

中文義項

  1. 耶穌:拿撒勒人耶穌基督(911 次)
  2. 耶穌:囚犯巴拉巴的另一個名字(太 27:16,太 27:17,正文方括號內)(2 次)
  3. 約細;《思》耶蘇:耶穌家譜中的一員,以利以謝的兒子(1 次)
  4. 耶數;《思》耶穌:保羅的同工,別名是猶士都(1 次)
  5. 約書亞;《思》若蘇厄:約書亞,摩西的接班人(2 次)

Jesus; the Greek form of Joshua; Jesus, son of Eliezer; Jesus, surnamed Justus.

字形

出處(第 9 / 19 頁)

約翰福音 7:28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·
那時耶穌在殿裏教訓人、大聲說、你們也知道我、也知道我從那裏來.我來並不是由於自己、但那差我來的是眞的.你們不認識他。

約翰福音 7:33 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
於是耶穌說、我還有不多的時候和你們同在、以後就回到差我來的那裏去。

約翰福音 7:37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω.
節期的末日、就是最大之日、耶穌站着高聲說、人若渴了、可以到我這裏來喝。

約翰福音 7:39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
耶穌這話是指着信他之人、要受聖靈說的、那時還沒有賜下聖靈來.因爲耶穌尚未得着榮耀。

約翰福音 8:12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.
耶穌又對衆人說、我是世界的光.跟從我的、就不在黑暗裏走、必要得着生命的光。

約翰福音 8:14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω.
耶穌說、我雖然爲自己作見證、我的見證還是眞的.因我知道我從那裏來、往那裏去.你們卻不知道我從那裏來、往那裏去。

約翰福音 8:19 ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε.
他們就問他說、你的父在那裏。耶穌回答說、你們不認識我、也不認識我的父.若是認識我、也就認識我的父。

約翰福音 8:25 ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν;
他們就問他說、你是誰。耶穌對他們說、就是我從起初所告訴你們的。

約翰福音 8:28 εἶπεν οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ.
所以耶穌說、你們舉起人子以後、必知道我是基督、並且知道我沒有一件事、是憑着自己作的.我說這些話、乃是照着父所教訓我的。

約翰福音 8:31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,
耶穌對信他的猶太人說、你們若常常遵守我的道、就眞是我的門徒。

約翰福音 8:34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας·
耶穌回答說、我實實在在的告訴你們.所有犯罪的、就是罪的奴僕。

約翰福音 8:39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε·
他們說、我們的父就是亞伯拉罕。耶穌說、你們若是亞伯拉罕的兒子、就必行亞伯拉罕所行的事。

約翰福音 8:42 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν.
耶穌說、倘若神是你們的父、你們就必愛我.因爲我本是出於神、也是從神而來、並不是由着自己來、乃是他差我來。

約翰福音 8:49 ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
耶穌說、我不是鬼附着的.我尊敬我的父、你們倒輕慢我。

約翰福音 8:54 ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν,
耶穌回答說、我若榮耀自己、我的榮耀就算不得甚麼.榮耀我的乃是我的父、就是你們所說是你們的神。

約翰福音 8:58 εἶπεν αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.
耶穌說、我實實在在的告訴你們、還沒有亞伯拉罕、就有了我。

約翰福音 8:59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.
於是他們拿石頭要打他.耶穌卻躱藏、從殿裏出去了。

約翰福音 9:3 ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.
耶穌回答說、也不是這人犯了罪、也不是他父母犯了罪、是要在他身上顯出神的作爲來。

約翰福音 9:11 ἀπεκρίθη ἐκεῖνος· Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα.
他回答說、有一個人名叫耶穌.他和泥抹我的眼睛、對我說、你往西羅亞池子去洗.我去一洗、就看見了。

約翰福音 9:14 ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
耶穌和泥開他眼睛的日子是安息日。

約翰福音 9:35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;
耶穌聽說他們把他趕出去.後來遇見他、就說、你信神的兒子麼。

約翰福音 9:37 εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
耶穌說、你已經看見他、現在和你說話的就是他。

約翰福音 9:39 καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
耶穌說、我爲審判到這世上來、叫不能看見的、可以看見.能看見的、反瞎了眼。

約翰福音 9:41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει.
耶穌對他們說、你們若瞎了眼、就沒有罪了.但如今你們說、我們能看見、所以你們的罪還在。

約翰福音 10:6 ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.
耶穌將這比喻告訴他們.但他們不明白所說的是甚麼意思。

約翰福音 10:7 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
所以耶穌又對他們說、我實實在在的告訴你們、我就是羊的門

約翰福音 10:23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος.
耶穌在殿裏所羅門的廊下行走。

約翰福音 10:25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·
耶穌回答說、我已經告訴你們、你們不信.我奉我父之名所行的事、可以爲我作見證。

約翰福音 10:32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε;
耶穌對他們說、我從父顯出許多善事給你們看、你們是爲那一件拿石頭打我呢。

約翰福音 10:34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε;
耶穌說、你們的律法上豈不是寫着、『我曾說你們是神』麼。

約翰福音 11:4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς.
耶穌聽見就說、這病不至於死、乃是爲神的榮耀、叫神的兒子因此得榮耀。

約翰福音 11:5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
耶穌素來愛馬大、和他妹子、並拉撒路。

約翰福音 11:9 ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
耶穌回答說、白日不是有十二小時麼。人在白日走路、就不至跌倒、因爲看見這世上的光。

約翰福音 11:13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
耶穌這話是指着他死說的.他們卻以爲是說照常睡了。

約翰福音 11:14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν,
耶穌就明明的告訴他們說、拉撒路死了。

約翰福音 11:17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.
耶穌到了、就知道拉撒路在墳墓裏、已經四天了。

約翰福音 11:20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
馬大聽見耶穌來了、就出去迎接他.馬利亞卻仍然坐在家裏。

約翰福音 11:21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου·
馬大對耶穌說、主阿、你若早在這裏、我兄弟必不死。

約翰福音 11:23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου.
耶穌說、你兄弟必然復活。

約翰福音 11:25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται,
耶穌對他說、復活在我、生命也在我.信我的人、雖然死了、也必復活.

約翰福音 11:30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
那時、耶穌還沒有進村子、仍在馬大迎接他的地方。

約翰福音 11:32 ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.
馬利亞到了耶穌那裏、看見他、就俯伏在他脚前、說、主阿、你若早在這裏、我兄弟必不死。

約翰福音 11:33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
耶穌看見他哭、並看見與他同來的猶太人也哭、就心裏悲歎、又甚憂愁.

約翰福音 11:35 ἐδάκρυσεν ὁ Ἰησοῦς.
耶穌哭了。

約翰福音 11:38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ.
耶穌又心裏悲歎、來到墳墓前.那墳墓是個洞、有一塊石頭擋着。

約翰福音 11:39 λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
耶穌說、你們把石頭挪開。那死人的姐姐馬大對他說、主阿、他現在必是臭了、因爲他死了已經四天了。

約翰福音 11:40 λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;
耶穌說、我不是對你說過、你若信、就必看見神的榮耀麼。

約翰福音 11:41 ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου,
他們就把石頭挪開.耶穌舉目望天說、父阿、我感謝你、因爲你已經聽我。

約翰福音 11:44 ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.
那死人就出來了、手脚裹着布、臉上包着手巾。耶穌對他們說、解開、叫他走。

約翰福音 11:46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς.
但其中也有去見法利賽人的、將耶穌所作的事告訴他們。

← 上一頁 下一頁 →