馬太福音 第 15 章 希臘文原文與和合本
15:1 Τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες
那時有法利賽人和文士、從耶路撒冷來見耶穌說、
15:2 Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.
你的門徒爲甚麼犯古人的遺傳呢.因爲喫飯的時候、他們不洗手。
15:3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
耶穌回答說、你們爲甚麼因着你們的遺傳、犯神的誡命呢。
15:4 ὁ γὰρ θεὸς εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
神說、當孝敬父母.又說、咒罵父母的、必治死他。
15:5 ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
你們倒說、無論何人對父母說、我所當奉給你的、已經作了供獻.
15:6 οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
他就可以不孝敬父母。這就是你們藉着遺傳、廢了神的誡命。
15:7 ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων·
假冒爲善的人哪、以賽亞指着你們說的豫言、是不錯的.他說、
15:8 Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ·
『這百姓用嘴唇尊敬我、心卻遠離我.
15:9 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
他們將人的吩咐、當作道理教導人、所以拜我也是枉然。』
15:10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε·
耶穌就叫了衆人來、對他們說、你們要聽、也要明白。
15:11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
入口的不能汚穢人、出口的乃能汚穢人。
15:12 Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
當時、門徒進前來對他說、法利賽人聽見這話、不服、你知道麼。(不服原文作跌倒)
15:13 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
耶穌回答說、凡栽種的物、若不是我天父栽種的、必要拔出來。
15:14 ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
任憑他們罷.他們是瞎眼領路的.若是瞎子領瞎子、兩個人都要掉在坑裏。
15:15 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.
彼得對耶穌說、請將這比喻講給我們聽。
15:16 ὁ δὲ εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
耶穌說、你們到如今還不明白麼.
15:17 οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
豈不知凡入口的、是運到肚子裏、又落在茅廁裏麼。
15:18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
惟獨出口的、是從心裏發出來的、這纔汚穢人。
15:19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
因爲從心裏發出來的、有惡念、凶殺、姦淫、苟合、偷盜、妄證、謗讟.
15:20 ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
這都是汚穢人的.至於不洗手喫飯、那卻不汚穢人。
15:21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
耶穌離開那裏、退到推羅西頓的境內去。
15:22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα· Ἐλέησόν με, κύριε υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
有一個迦南婦人、從那地方出來、喊着說、主阿、大衞的子孫、可憐我.我女兒被鬼附得甚苦。
15:23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
耶穌卻一言不答。門徒進前來、求他說、這婦人在我們後頭喊叫.請打發他走罷。
15:24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
耶穌說、我奉差遣、不過是到以色列家迷失的羊那裏去。
15:25 ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι.
那婦人來拜他、說、主阿、幫助我。
15:26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
他回答說、不好拿兒女的餅、丟給狗喫。
15:27 ἡ δὲ εἶπεν· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
婦人說、主阿、不錯.但是狗也喫他主人桌子上掉下來的碎渣兒。
15:28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
耶穌說、婦人、你的信心是大的.照你所要的、給你成全了罷。從那時候、他女兒就好了。
15:29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
耶穌離開那地方、來到靠近加利利的海邊、就上山坐下。
15:30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν κωφούς, τυφλούς, χωλούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς·
有許多人到他那裏、帶着瘸子、瞎子、啞吧、有殘疾的、和好些別的病人、都放在他脚前.他就治好了他們。
15:31 ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας κυλλοὺς ὑγιεῖς καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
甚至衆人都希奇.因爲看見啞吧說話殘疾的痊愈、瘸子行走、瞎子看見、他們就歸榮耀給以色列的神。
15:32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
耶穌叫門徒來說、我憐憫這衆人、因爲他們同我在這裏已經三天、也沒有喫的了.我不願意叫他們餓着回去、恐怕在路上困乏。
15:33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
門徒說、我們在這野地、那裏有這麼多的餅、叫這許多人喫飽呢。
15:34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
耶穌說、你們有多少餅.他們說、有七個、還有幾條小魚。
15:35 καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν
他就吩咐衆人坐在地上。
15:36 ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
拿着這七個餅和幾條魚、祝謝了、擘開、遞給門徒.門徒又遞給衆人。
15:37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις.
衆人都喫、並且喫飽了、收拾剩下的零碎、裝滿了七個筐子。
15:38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
喫的人、除了婦女孩子、共有四千。
15:39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν.
耶穌叫衆人散去、就上船、來到馬加丹的境界。