ἀκάθαρτος 污穢的、禮儀上不潔淨的

Strong G169・形容詞・新約出現 32 次・英文:unclean, impure

中文義項

  1. 污穢的;禮儀上不潔淨的:在禮儀上不被接納的,或者是因為被玷污,或者是因為本身的性質(例如禮儀上不潔淨的牲畜)(32 次)

unclean, impure.

字形

出處

馬太福音 10:1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
耶穌叫了十二個門徒來、給他們權柄、能趕逐汚鬼、並醫治各樣的病症。

馬太福音 12:43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
汚鬼離了人身、就在無水之地、過來過去、尋求安歇之處、卻尋不着。

馬可福音 1:23 καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν
在會堂裏有一個人、被汚鬼附着.他喊叫說、

馬可福音 1:26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.
汚鬼叫那人抽了一陣瘋、大聲喊叫、就出來了。

馬可福音 1:27 καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; διδαχὴ καινή· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.
衆人都驚訝、以致彼此對問說、這是甚麼事、是個新道理阿.他用權柄吩咐汚鬼、連汚鬼也聽從了他。

馬可福音 3:11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
汚鬼無論何時看見他、就俯伏在他面前、喊着說、你是神的兒子。

馬可福音 3:30 ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.
這話是因爲他們說、他是被汚鬼附着的。

馬可福音 5:2 καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
耶穌一下船、就有一個被汚鬼附着的人、從墳塋裏出來迎着他。

馬可福音 5:8 ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
是因耶穌曾吩咐他說、汚鬼阿、從這人身上出來罷。

馬可福音 5:13 καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
耶穌准了他們.汚鬼就出來、進入豬裏去.於是那羣豬闖下山崖、投在海裏、淹死了.豬的數目、約有二千。

馬可福音 6:7 καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων,
耶穌叫了十二個門徒來、差遣他們兩個兩個的出去.也賜給他們權柄、制伏汚鬼.

馬可福音 7:25 ἀλλ’ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ·
當下有一個婦人、他的小女兒被汚鬼附着、聽見耶穌的事、就來俯伏在他脚前。

馬可福音 9:25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
耶穌看見衆人都跑上來、就斥責那汚鬼、說、你這聾啞的鬼、我吩咐你從他裏頭出來、再不要進去。

路加福音 4:33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ·
在會堂裏有一個人、被汚鬼的精氣附着、大聲喊叫說、

路加福音 4:36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;
衆人都驚訝、彼此對問說、這是甚麼道理呢.因爲他用權柄能力吩咐汚鬼、汚鬼就出來。

路加福音 6:18 οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο·
還有被汚鬼纏磨的、也得了醫治。

路加福音 8:29 παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
是因耶穌曾吩咐汚鬼從那人身上出來.原來這鬼屢次抓住他、他常被人看守、又被鐵鍊和脚鐐捆鎖、他竟把鎖鍊掙斷、被鬼趕到曠野去。

路加福音 9:42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
正來的時候、鬼把他摔倒、叫他重重的抽瘋。耶穌就斥責那汚鬼、把孩子治好了、交給他父親。

路加福音 11:24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον λέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον·
汚鬼離了人身、就在無水之地、過來過去、尋求安歇之處.旣尋不着、便說、我要回到我所出來的屋裏去。

使徒行傳 5:16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
還有許多人、帶着病人、和被汚鬼纏磨的、從耶路撒冷四圍的城邑來、全都得了醫治。

使徒行傳 8:7 πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν·
因爲有許多人被汚鬼附着、那些鬼大聲呼叫、從他們身上出來.還有許多癱瘓的、瘸腿的、都得了醫治。

使徒行傳 10:14 ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.
彼得卻說、主阿、這是不可的、凡俗物、和不潔淨的物、我從來沒有喫過。

使徒行傳 10:28 ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
就對他們說、你們知道猶太人、和別國的人親近來往、本是不合例的.但神已經指示我、無論甚麼人、都不可看作俗而不潔淨的.

使徒行傳 11:8 εἶπον δέ· Μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
我說、主阿、這是不可的.凡俗而不潔淨的物、從來沒有入過我的口。

哥林多前書 7:14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
因爲不信的丈夫、就因着妻子成了聖潔.並且不信的妻子、就因着丈夫成了聖潔.(丈夫原文作弟兄)不然、你們的兒女就不潔淨.但如今他們是聖潔的了。

哥林多後書 6:17 διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς·
又說、『你們務要從他們中間出來、與他們分別、不要沾不潔淨的物、我就收納你們。

以弗所書 5:5 τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
因爲你們確實的知道、無論是淫亂的、是汚穢的、是有貪心的、在基督和神的國裏、都是無分的.有貪心的、就與拜偶像的一樣。

啟示錄 16:13 καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὡς βάτραχοι·
我又看見三個汚穢的靈、好像青蛙、從龍口獸口並假先知的口中出來.

啟示錄 17:4 καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς,
那女人穿着紫色和朱紅色的衣服、用金子寶石珍珠爲妝飾.手拿金杯、杯中盛滿了可憎之物、就是他淫亂的汚穢。

啟示錄 18:2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου,
他大聲喊着說、巴比倫大城傾倒了、傾倒了、成了鬼魔的住處、和各樣汚穢之靈的巢穴、(或作牢獄下同)並各樣汚穢可憎之雀鳥的巢穴。

啟示錄 18:2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου,
他大聲喊着說、巴比倫大城傾倒了、傾倒了、成了鬼魔的住處、和各樣汚穢之靈的巢穴、(或作牢獄下同)並各樣汚穢可憎之雀鳥的巢穴。

啟示錄 18:2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου,
他大聲喊着說、巴比倫大城傾倒了、傾倒了、成了鬼魔的住處、和各樣汚穢之靈的巢穴、(或作牢獄下同)並各樣汚穢可憎之雀鳥的巢穴。