ἐκβάλλω 趕出去、趕走、趕逐

Strong G1544・動詞・新約出現 81 次・英文:I throw, cast, put out, banish, bring forth, produce

中文義項

  1. 扔出去;拋棄(從船上):從一個區域或物體中扔出去(8 次)
  2. 送走;趕出:使離開,通常,但不總是,涉及武力(26 次)
  3. 打發;送出去:發出或送走,大概是為了某種目的(8 次)
  4. 領出去:從一個建築物或區域中領出或帶出(3 次)
  5. 趕出去;趕走;趕逐;驅逐;驅趕;趕鬼;趕走鬼魔:使鬼魔不再纏住或控制一個人(34 次)
  6. 使成為:通過決定性的行動導致重要的狀態轉變(1 次)
  7. 侮辱;辱罵;誹謗;中傷:(習語,直譯:扔掉名字)侮辱或誹謗,暗示一種心理上的排斥(1 次)

I throw (cast, put) out; I banish; I bring forth, produce.

字形

出處(第 2 / 2 頁)

路加福音 6:42 πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου· Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν.
你不見自己眼中有梁木.怎能對你弟兄說、容我去掉你眼中的刺呢.你這假冒爲善的人、先去掉自己眼中的梁木、然後纔能看得清楚、去掉你弟兄眼中的刺。

路加福音 9:40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
我求過你的門徒、把鬼趕出去、他們卻是不能。

路加福音 9:49 Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν.
約翰說、夫子、我們看見一個人奉你的名趕鬼、我們就禁止他.因爲他不與我們一同跟從你。

路加福音 10:2 ἔλεγεν δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ.
就對他們說、要收的莊稼多、作工的人少.所以你們當求莊稼的主、打發工人出去收他的莊稼。

路加福音 10:35 καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ εἶπεν· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
第二天拿出二錢銀子來、交給店主說、你且照應他.此外所費用的、我回來必還你。

路加福音 11:14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι·
耶穌趕出一個叫人啞吧的鬼.鬼出去了、啞吧就說出話來.衆人都希奇。

路加福音 11:15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια·
內中卻有人說、他是靠着鬼王別西卜趕鬼。

路加福音 11:18 εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.
若撒但自相分爭、他的國怎能站得住呢.因爲你們說我是靠着別西卜趕鬼。

路加福音 11:19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται.
我若靠着別西卜趕鬼、你們的子弟趕鬼、又靠着誰呢.這樣、他們就要斷定你們的是非。

路加福音 11:19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται.
我若靠着別西卜趕鬼、你們的子弟趕鬼、又靠着誰呢.這樣、他們就要斷定你們的是非。

路加福音 11:20 εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
我若靠着神的能力趕鬼、這就是神的國臨到你們了。

路加福音 13:28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
你們要看見亞伯拉罕、以撒、雅各、和衆先知、都在神的國裏、你們卻被趕到外面.在那裏必要哀哭切齒了。

路加福音 13:32 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
耶穌說、你們去告訴那個狐狸說、今天明天我趕鬼治病、第三天我的事就成全了。

路加福音 19:45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας,
耶穌進了殿、趕出裏頭作買賣的人、

路加福音 20:12 καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
又打發第三個僕人去.他們也打傷了他、把他推出去了。

路加福音 20:15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
於是把他推出葡萄園外殺了。這樣、葡萄園的主人、要怎樣處治他們呢。

約翰福音 2:15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέστρεψεν,
耶穌就拿繩子作成鞭子、把牛羊都趕出殿去.倒出兌換銀錢之人的銀錢、推翻他們的桌子。

約翰福音 6:37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω,
凡父所賜給我的人、必到我這裏來.到我這裏來的、我總不丟棄他。

約翰福音 9:34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
他們回答說、你全然生在罪孽中、還要教訓我們麼。於是把他趕出去了。

約翰福音 9:35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;
耶穌聽說他們把他趕出去.後來遇見他、就說、你信神的兒子麼。

約翰福音 10:4 ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ·
旣放出自己的羊來、就在前頭走、羊也跟着他、因爲認得他的聲音。

約翰福音 12:31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·
現在這世界受審判.這世界的王要被趕出去。

使徒行傳 7:58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
把他推到城外、用石頭打他.作見證的人、把衣裳放在一個少年人名叫掃羅的脚前。

使徒行傳 9:40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
彼得叫他們都出去、就跪下禱告、轉身對着死人說、大比大、起來、他就睜開眼睛、見了彼得、便坐起來。

使徒行傳 13:50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
但猶太人挑唆虔敬尊貴的婦女、和城內有名望的人、逼迫保羅、巴拿巴、將他們趕出境外。

使徒行傳 16:37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
保羅卻說、我們是羅馬人、並沒有定罪、他們就在衆人面前打了我們、又把我們下在監裏.現在要私下攆我們出去麼、這是不行的.叫他們自己來領我們出去罷。

使徒行傳 27:38 κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
他們喫飽了、就把船上的麥子、拋在海裏、爲要叫船輕一點。

加拉太書 4:30 ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
然而經上是怎麼說的呢.是說、『把使女和他兒子趕出去.因爲使女的兒子、不可與自主婦人的兒子一同承受產業。』

雅各書 2:25 ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
妓女喇合接待使者、又放他們從別的路上出去、不也是一樣因行爲稱義麼。

約翰三書 1:10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
所以我若去、必要題說他所行的事、就是他用惡言妄論我們.還不以此爲足、他自己不接待弟兄、有人願意接待、他也禁止、並且將接待弟兄的人趕出教會。

啟示錄 11:2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσεράκοντα δύο.
只是殿外的院子、要留下不用量.因爲這是給了外邦人的.他們要踐踏聖城四十二個月。

← 上一頁