εἰς 入、進入、向
Strong G1519・介系詞・新約出現 1754 次・英文:into, in, among, till, for
中文義項
- 向;朝著;沿著……方向:朝著一個特殊的目標延伸(319 次)
- 入;進入:朝著區域內部的某個目標延伸(471 次)
- 在……上面;在……的表面:位於某個區域的表面之上的位置(20 次)
- 在……裏面;在……當中:在特定界限之內的一個位置(49 次)
- 在……裏面;與……一起:某區域內的一個位置,由其他物體確定,並分佈在這些物體中間(13 次)
- 為了;因……起:表示意圖,經常帶有預期結果的含意(195 次)
- 結果是;因此結果是;導致:表示結果,可能暗示此前有一個過程(79 次)
- 藉著;藉;通過:表示方式,某個事件藉此使另一個事件可能發生(2 次)
- 有關;關於:(帶直接受格)用於標記內容,該內容是要具體說明特定的指示物(139 次)
- 達到……的程度;多達;直到:程度延伸到特定的點,這個點由上下文來標示(12 次)
- 從……到;為要;變成:用於標記狀態改變(104 次)
- 向;為:用於標記有參與的經歷者(75 次)
- 為;為……的利益:(帶直接受格)用於標記從事件中受益的人,暗示一些給予他們的東西(37 次)
- 藉著:(帶間接受格)用於標記一些象徵超自然人物或力量的物件,人們相信這些超自然人物或力量可以保證起誓者會信守誓言(1 次)
- 直到;……之日:表示一個時間範圍的標記(6 次)
- 在……時:表示一個時間單位(6 次)
- 直到;到;最後;終於:時間連續延伸,直到一個時間點(16 次)
- 學習;發現;慢慢了解:(習語,直譯:進入知識)獲取關於某事物的信息,重點在於所涉及的過程(1 次)
- 終於明白;終於了解:(習語,直譯:進入知識)開始理解某事的意義,特別強調過程(1 次)
- 過多的;超過限度;在範圍以外:(習語,直譯:進入未被測量的)超出量表的預期範圍的一個點(2 次)
- 一直;永遠;永永遠遠;永恆地:無限地持續的時間,特別強調未來(42 次)
- 秘密地;私下地:(習語,直譯:進入耳中)關於那只有在私下聽到某個信息的人才知道的事情(1 次)
- 情況更壞;病得更重:(習語,直譯:變得更糟)病得愈來愈嚴重(1 次)
- 非常嫉妒;妒火如狂:(習語,直譯:在苦膽中)特別嫉妒或憤恨某人(1 次)
into, in, unto, to, upon, towards, for, among.
字形
- εἰς 介系詞(1744 次)
- Εἰς 介系詞(9 次)
- εἴς 介系詞(1 次)
出處(第 5 / 36 頁)
馬太福音 27:5 καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.
猶大就把那銀錢丟在殿裏、出去弔死了。
馬太福音 27:6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν·
祭司長拾起銀錢來說、這是血價、不可放在庫裏。
馬太福音 27:7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις.
他們商議、就用那銀錢買了窰戶的一塊田、爲要埋葬外鄉人。
馬太福音 27:10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.
買了窰戶的一塊田.這是照着主所吩咐我的。』
馬太福音 27:27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν.
巡撫的兵就把耶穌帶進衙門、叫全營的兵都聚集在他那裏。
馬太福音 27:30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
又吐唾沫在他臉上、拿葦子打他的頭。
馬太福音 27:30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
又吐唾沫在他臉上、拿葦子打他的頭。
馬太福音 27:31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
戲弄完了、就給他脫了袍子、仍穿上他自己的衣服、帶他出去、要釘十字架。
馬太福音 27:33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν Κρανίου Τόπος λεγόμενος,
到了一個地方、名叫各各他、意思就是髑髏地.
馬太福音 27:51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν,
忽然殿裏的幔子、從上到下裂爲兩半.地也震動.磐石也崩裂.
馬太福音 27:53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
到耶穌復活以後、他們從墳墓裏出來、進了聖城、向許多人顯現。
馬太福音 28:1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
安息日將盡、七日的頭一日、天快亮的時候、抹大拉的馬利亞、和那個馬利亞、來看墳墓。
馬太福音 28:7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν.
快去告訴他的門徒說、他從死裏復活了.並且在你們以先往加利利去、在那裏你們要見他.看哪.我已經告訴你們了。
馬太福音 28:10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
耶穌對他們說、不要害怕、你們去告訴我的弟兄、叫他們往加利利去、在那裏必見我。
馬太福音 28:11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
他們去的時候、看守的兵、有幾個進城去、將所經歷的事、都報給祭司長。
馬太福音 28:16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς,
十一個門徒往加利利去、到了耶穌約定的山上。
馬太福音 28:16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς,
十一個門徒往加利利去、到了耶穌約定的山上。
馬太福音 28:19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
所以你們要去、使萬民作我的門徒、奉父子聖靈的名、給他們施洗.(或作給他們施洗歸於父子聖靈的名)
馬可福音 1:4 ἐγένετο Ἰωάννης ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
照這話、約翰來了、在曠野施洗、傳悔改的洗禮、使罪得赦。
馬可福音 1:9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.
那時、耶穌從加利利的拿撒勒來、在約但河裏受了約翰的洗。
馬可福音 1:10 καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν·
他從水裏一上來、就看見天裂開了、聖靈彷彿鴿子、降在他身上。
馬可福音 1:12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
聖靈就把耶穌催到曠野裏去。
馬可福音 1:14 Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ
約翰下監以後、耶穌來到加利利、宣傳神的福音、
馬可福音 1:21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ εὐθὺς τοῖς σάββασιν ἐδίδασκεν εἰς τὴν συναγωγήν.
到了迦百農、耶穌就在安息日進了會堂教訓人。
馬可福音 1:21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ εὐθὺς τοῖς σάββασιν ἐδίδασκεν εἰς τὴν συναγωγήν.
到了迦百農、耶穌就在安息日進了會堂教訓人。
馬可福音 1:28 καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
耶穌的名聲、就傳徧了加利利的四方。
馬可福音 1:29 Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.
他們一出會堂、就同着雅各約翰、進了西門和安得烈的家。
馬可福音 1:35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.
次日早晨、天未亮的時候、耶穌起來、到曠野地方去、在那裏禱告。
馬可福音 1:38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ἐξῆλθον.
耶穌對他們說、我們可以往別處去、到鄰近的鄉村、我也好在那裏傳道.因爲我是爲這事出來的。
馬可福音 1:38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ἐξῆλθον.
耶穌對他們說、我們可以往別處去、到鄰近的鄉村、我也好在那裏傳道.因爲我是爲這事出來的。
馬可福音 1:39 καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
於是在加利利全地、進了會堂、傳道趕鬼。
馬可福音 1:39 καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
於是在加利利全地、進了會堂、傳道趕鬼。
馬可福音 1:44 καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
對他說、你要謹愼、甚麼話都不可告訴人.只要去把身體給祭司察看、又因爲你潔淨了、獻上摩西所吩咐的禮物、對衆人作證據。
馬可福音 1:45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω ἐπ’ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.
那人出去、倒說許多的話、把這件事傳揚開了、叫耶穌以後不得再明明的進城、只好在外邊曠野地方.人從各處都就了他來。
馬可福音 2:1 Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν·
過了些日子、耶穌又進了迦百農.人聽見他在房子裏、
馬可福音 2:11 Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
我吩咐你起來、拿你的褥子回家去罷。
馬可福音 2:22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.
也沒有人把新酒裝在舊皮袋裏.恐怕酒把皮袋裂開、酒和皮袋就都壞了.惟把新酒裝在新皮袋裏。
馬可福音 2:22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.
也沒有人把新酒裝在舊皮袋裏.恐怕酒把皮袋裂開、酒和皮袋就都壞了.惟把新酒裝在新皮袋裏。
馬可福音 2:26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
他當亞比亞他作大祭司的時候、怎麼進了神的殿、喫了陳設餅、又給跟從他的人喫.這餅除了祭司以外、人都不可喫。
馬可福音 3:1 Καὶ εἰσῆλθεν πάλιν εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
耶穌又進了會堂.在那裏有一個人、枯乾了一隻手。
馬可福音 3:3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν χεῖρα ἔχοντι ξηράν· Ἔγειρε εἰς τὸ μέσον.
耶穌對那枯乾一隻手的人說、起來、站在當中。
馬可福音 3:13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
耶穌上了山、隨自己的意思叫人來、他們便來到他那裏。
馬可福音 3:20 Καὶ ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν.
耶穌進了一個屋子、衆人又聚集、甚至他連飯也顧不得喫。
馬可福音 3:27 ἀλλ’ οὐδεὶς δύναται εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
沒有人能進壯士家裏、搶奪他的家具.必先捆住那壯士、纔可以搶奪他的家。
馬可福音 3:29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος.
凡褻瀆聖靈的、卻永不得赦免、乃要擔當永遠的罪。
馬可福音 3:29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος.
凡褻瀆聖靈的、卻永不得赦免、乃要擔當永遠的罪。
馬可福音 4:1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.
耶穌又在海邊教訓人.有許多人到他那裏聚集、他只得上船坐下.船在海裏、衆人都靠近海站在岸上。
馬可福音 4:7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
有落在荊棘裏的、荊棘長起來、把他擠住了、就不結實。
馬可福音 4:8 καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.
又有落在好土裏的、就發生長大、結實有三十倍的、有六十倍的、有一百倍的。
馬可福音 4:15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς.
那撒在路旁的、就是人聽了道、撒但立刻來、把撒在他心裏的道奪了去。