εὐχαριστέω 感謝、感恩、感激

Strong G2168・動詞・新約出現 38 次・英文:I thank, give thanks

中文義項

  1. 感謝;感恩:為所得到的益處和祝福表達謝意(36 次)
  2. 感謝;感激;感恩:因得到一些恩惠而心存感激(9 次)

I thank, give thanks; pass. 3 sing: is received with thanks.

字形

出處

馬太福音 15:36 ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
拿着這七個餅和幾條魚、祝謝了、擘開、遞給門徒.門徒又遞給衆人。

馬太福音 26:27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες,
又拿起杯來、祝謝了、遞給他們、說、你們都喝這個.

馬可福音 8:6 καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ.
他吩咐衆人坐在地上、就拿着這七個餅、祝謝了、擘開遞給門徒叫他們擺開、門徒就擺在衆人面前。

馬可福音 14:23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
又拿起杯來、祝謝了、遞給他們.他們都喝了。

路加福音 17:16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης.
又俯伏在耶穌脚前感謝他.這人是撒瑪利亞人。

路加福音 18:11 ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
法利賽人站着、自言自語的禱告說、神阿、我感謝你、我不像別人、勒索、不義、姦淫、也不像這個稅吏。

路加福音 22:17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς·
耶穌接過杯來、祝謝了、說、你們拿這個、大家分着喝。

路加福音 22:19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου [τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
又拿起餅來祝謝了、就擘開遞給他們、說、這是我的身體、爲你們捨的.你們也應當如此行、爲的是記念我。

約翰福音 6:11 ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
耶穌拿起餅來、祝謝了、就分給那坐着的人.分魚也是這樣、都隨着他們所要的。

約翰福音 6:23 ἀλλὰ ἦλθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου.
然而有幾隻小船從提比哩亞來、靠近主祝謝後分餅給人喫的地方。

約翰福音 11:41 ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου,
他們就把石頭挪開.耶穌舉目望天說、父阿、我感謝你、因爲你已經聽我。

使徒行傳 27:35 εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν.
保羅說了這話、就拿着餅、在衆人面前祝謝了神、擘開喫。

使徒行傳 28:15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.
那裏的弟兄們、一聽見我們的信息、就出來到亞比烏市、和三館地方迎接我們.保羅見了他們、就感謝神、放心壯膽。

羅馬書 1:8 Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
第一、我靠着耶穌基督、爲你們衆人感謝我的神.因你們的信德傳遍了天下。

羅馬書 1:21 διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλὰ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·
因爲他們雖然知道神、卻不當作神榮耀他、也不感謝他.他們的思念變爲虛妄、無知的心就昏暗了.

羅馬書 14:6 ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ. καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
守日的人、是爲主守的.喫的人、是爲主喫的、因他感謝神.不喫的人、是爲主不喫的、也感謝神。

羅馬書 14:6 ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ. καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
守日的人、是爲主守的.喫的人、是爲主喫的、因他感謝神.不喫的人、是爲主不喫的、也感謝神。

羅馬書 16:4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
也爲我的命、將自己的頸項、置之度外.不但我感謝他們、就是外邦的衆教會、也感謝他們.

哥林多前書 1:4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,
我常爲你們感謝我的神、因神在基督耶穌裏所賜給你們的恩惠.

哥林多前書 1:14 εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
我感謝神、除了基利司布並該猶以外、我沒有給你們一個人施洗.

哥林多前書 10:30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
我若謝恩而喫、爲甚麼因我謝恩的物被人毀謗呢。

哥林多前書 11:24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν· Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
祝謝了、就擘開、說、這是我的身體、爲你們捨的.(捨有古卷作擘開)你們應當如此行、爲的是記念我。

哥林多前書 14:17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
你感謝的固然是好、無奈不能造就別人。

哥林多前書 14:18 εὐχαριστῶ τῷ θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ·
我感謝神、我說方言比你們衆人還多.

哥林多後書 1:11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
你們以祈禱幫助我們、好叫許多人爲我們謝恩、就是爲我們因許多人所得的恩。

以弗所書 1:16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
就爲你們不住的感謝神、禱告的時候、常題到你們.

以弗所書 5:20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
凡事要奉我們主耶穌基督的名、常常感謝父神。

腓立比書 1:3 Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν
我每逢想念你們、就感謝我的神.

歌羅西書 1:3 Εὐχαριστοῦμεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι,
我們感謝神我們主耶穌基督的父、常常爲你們禱告.

歌羅西書 1:12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
又感謝父、叫我們能與衆聖徒在光明中同得基業.

歌羅西書 3:17 καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ πατρὶ δι’ αὐτοῦ.
無論作甚麼、或說話、或行事、都要奉主耶穌的名、藉着他感謝父神。

帖撒羅尼迦前書 1:2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως
我們爲你們衆人常常感謝神、禱告的時候題到你們.

帖撒羅尼迦前書 2:13 Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
爲此、我們也不住的感謝神、因你們聽見我們所傳神的道、就領受了、不以爲是人的道、乃以爲是神的道.這道實在是神的、並且運行在你們信主的人心中。

帖撒羅尼迦前書 5:18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
凡事謝恩.因爲這是神在基督耶穌裏向你們所定的旨意。

帖撒羅尼迦後書 1:3 Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους,
弟兄們、我們該爲你們常常感謝神、這本是合宜的.因你們的信心格外增長、並且你們衆人彼此相愛的心也都充足.

帖撒羅尼迦後書 2:13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας,
主所愛的弟兄們哪、我們本該常爲你們感謝神.因爲他從起初揀選了你們、叫你們因信眞道、又被聖靈感動成爲聖潔、能以得救。

腓利門書 1:4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
我禱告的時候題到你、常爲你感謝我的神.

啟示錄 11:17 λέγοντες· Εὐχαριστοῦμέν σοι, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας.
說、昔在今在的主神、全能者阿、我們感謝你、因你執掌大權作王了。