παραγγέλλω 命令、吩咐

Strong G3853・動詞・新約出現 32 次・英文:I notify, command, charge

中文義項

  1. 命令;吩咐:宣佈必須做的事(32 次)

I notify, command, charge, entreat solemnly.

字形

出處

馬太福音 10:5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε·
耶穌差這十二個人去、吩咐他們說、外邦人的路、你們不要走.撒瑪利亞人的城、你們不要進.

馬太福音 15:35 καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν
他就吩咐衆人坐在地上。

馬可福音 6:8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,
並且囑咐他們、行路的時候、不要帶食物和口袋、腰袋裏也不要帶錢、除了柺杖以外、甚麼都不要帶.

馬可福音 8:6 καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ.
他吩咐衆人坐在地上、就拿着這七個餅、祝謝了、擘開遞給門徒叫他們擺開、門徒就擺在衆人面前。

馬可福音 16:8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο γάρ. ⟦Πάντα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Πέτρον συντόμως ἐξήγγειλαν. μετὰ δὲ ταῦτα καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι’ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας. ἀμήν.⟧
他們就出來、從墳墓那裏逃跑.又發抖、又驚奇、甚麼也不告訴人.因爲他們害怕。

路加福音 5:14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
耶穌囑咐他、你切不可告訴人.只要去把身體給祭司察看、又要爲你得了潔淨、照摩西所吩咐的、獻上禮物、對衆人作證據。

路加福音 8:29 παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
是因耶穌曾吩咐汚鬼從那人身上出來.原來這鬼屢次抓住他、他常被人看守、又被鐵鍊和脚鐐捆鎖、他竟把鎖鍊掙斷、被鬼趕到曠野去。

路加福音 8:56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
他的父母驚奇得很.耶穌囑咐他們、不要把所作的事告訴人。

路加福音 9:21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο,
耶穌切切的囑咐他們、不可將這事告訴人.

使徒行傳 1:4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
耶穌和他們聚集的時候、囑咐他們說、不要離開耶路撒冷、要等候父所應許的、就是你們聽見我說過的。

使徒行傳 4:18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
於是叫了他們來、禁止他們、總不可奉耶穌的名講論教訓人。

使徒行傳 5:28 λέγων· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
我們不是嚴嚴的禁止你們、不可奉這名教訓人麼.你們倒把你們的道理充滿了耶路撒冷、想要叫這人的血歸到我們身上。

使徒行傳 5:40 καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν.
公會的人聽從了他、便叫使徒來、把他們打了、又吩咐他們不可奉耶穌的名講道、就把他們釋放了。

使徒行傳 10:42 καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
他吩咐我們傳道給衆人、證明他是神所立定的、要作審判活人死人的主。

使徒行傳 15:5 ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
惟有幾個信徒是法利賽教門的人、起來說、必須給外邦人行割禮、吩咐他們遵守摩西的律法。

使徒行傳 16:18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
他一連多日這樣喊叫、保羅就心中厭煩、轉身對那鬼說、我奉耶穌基督的名、吩咐你從他身上出來.那鬼當時就出來了。

使徒行傳 16:23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
打了許多棍、便將他們下在監裏、囑咐禁卒嚴緊看守。

使徒行傳 17:30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν,
世人蒙昧無知的時候、神並不監察、如今卻吩咐各處的人都要悔改。

使徒行傳 23:22 ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ.
於是千夫長打發少年人走、囑咐他說、不要告訴人你將這事報給我了。

使徒行傳 23:30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν πρὸς αὐτὸν ἐπὶ σοῦ.
後來有人把要害他的計謀告訴我、我就立時解他到你那裏去、又吩咐告他的人、在你面前告他。(有古卷在此有願你平安)

哥林多前書 7:10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι—
至於那已經嫁娶的、我吩咐他們、其實不是我吩咐、乃是主吩咐、說、妻子不可離開丈夫。

哥林多前書 11:17 Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε.
我現今吩咐你們的話、不是稱讚你們.因爲你們聚會不是受益、乃是招損。

帖撒羅尼迦前書 4:11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν,
又要立志作安靜人、辦自己的事、親手作工、正如我們從前所吩咐你們的.

帖撒羅尼迦後書 3:4 πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε.
我們靠主深信你們現在是遵行我們所吩咐的、後來也必要遵行。

帖撒羅尼迦後書 3:6 Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ’ ἡμῶν.
弟兄們、我們奉主耶穌基督的名吩咐你們、凡有弟兄不按規矩而行、不遵守從我們所受的教訓、就當遠離他。

帖撒羅尼迦後書 3:10 καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω.
我們在你們那裏的時候、曾吩咐你們說、若有人不肯作工、就不可喫飯。

帖撒羅尼迦後書 3:12 τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.
我們靠主耶穌基督、吩咐勸戒這樣的人、要安靜作工、喫自己的飯。

提摩太前書 1:3 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
我往馬其頓去的時候、曾勸你仍住在以弗所、好囑咐那幾個人、不可傳異教、

提摩太前書 4:11 Παράγγελλε ταῦτα καὶ δίδασκε.
這些事你要吩咐人、也要教導人。

提摩太前書 5:7 καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν·
這些事你要囑咐他們、叫他們無可指責。

提摩太前書 6:13 παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,
我在叫萬物生活的神面前、並在向本丟彼拉多作過那美好見證的基督耶穌面前囑咐你、

提摩太前書 6:17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἐπὶ θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,
你要囑咐那些今世富足的人、不要自高、也不要倚靠無定的錢財.只要倚靠那厚賜百物給我們享受的神。