φεύγω 逃走、逃脫、躲避

Strong G5343・動詞・新約出現 29 次・英文:I flee, escape, shun

中文義項

  1. 逃走:迅速離開一個地點或區域,以避免可能會出現的危險或困難(19 次)
  2. 逃脫;躲避;逃避;脫離:通過躲避或逃跑而遠離危險(5 次)
  3. 迅速停止;迅速消失:迅速停止存在(2 次)
  4. 避免:(φεύγω「逃走」 的引申喻意)避免做某事,顯然是為了逃避危險(3 次)
  5. 消失;變成看不:(φεύγω「逃走」 的引申喻意)迅速消失不見了(1 次)

I flee, escape, shun.

字形

出處

馬太福音 2:13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
他們去後、有主的使者向約瑟夢中顯現、說、起來、帶着小孩子同他母親、逃往埃及、住在那裏、等我吩咐你.因爲希律必尋找小孩子要除滅他。

馬太福音 3:7 Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
約翰看見許多法利賽人和撒都該人、也來受洗、就對他們說、毒蛇的種類、誰指示你們逃避將來的忿怒呢。

馬太福音 8:33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
放豬的就逃跑進城、將這一切事、和被鬼附的人所遭遇的、都告訴人。

馬太福音 10:23 ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
有人在這城裏逼迫你們、就逃到那城裏去.我實在告訴你們、以色列的城邑、你們還沒有走徧、人子就到了。

馬太福音 23:33 ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
你們這些蛇類、毒蛇之種阿、怎能逃脫地獄的刑罰呢。

馬太福音 24:16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη,
那時、在猶太的、應當逃到山上.

馬太福音 26:56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
但這一切的事成就了、爲要應驗先知書上的話。當下、門徒都離開他逃走了。

馬可福音 5:14 Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
放豬的就逃跑了、去告訴城裏和鄉下的人.衆人就來要看是甚麼事。

馬可福音 13:14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
你們看見那行毀壞可憎的、站在不當站的地方.(讀這經的人、須要會意)那時在猶太的、應當逃到山上.

馬可福音 14:50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
門徒都離開他逃走了。

馬可福音 14:52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν.
他卻丟了麻布、赤身逃走了。

馬可福音 16:8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο γάρ. ⟦Πάντα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Πέτρον συντόμως ἐξήγγειλαν. μετὰ δὲ ταῦτα καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι’ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας. ἀμήν.⟧
他們就出來、從墳墓那裏逃跑.又發抖、又驚奇、甚麼也不告訴人.因爲他們害怕。

路加福音 3:7 Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
約翰對那出來要受他洗的衆人說、毒蛇的種類、誰指示你們逃避將來的忿怒呢。

路加福音 8:34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
放豬的看見這事就逃跑了、去告訴城裏和鄉下的人。

路加福音 21:21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
那時、在猶太的、應當逃到山上.在城裏的、應當出來.在鄉下的、不要進城。

約翰福音 10:5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.
羊不跟着生人、因爲不認得他的聲音.必要逃跑。

約翰福音 10:12 ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει—
若是雇工、不是牧人、羊也不是他自己的、他看見狼來、就撇下羊逃走.狼抓住羊、趕散了羊羣。

使徒行傳 7:29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
摩西聽見這話就逃走了、寄居於米甸.在那裏生了兩個兒子。

使徒行傳 27:30 τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόντων ἐκτείνειν,
水手想要逃出船去、把小船放在海裏、假作要從船頭拋錨的樣子.

哥林多前書 6:18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
你們要逃避淫行。人所犯的、無論甚麼罪、都在身子以外.惟有行淫的、是得罪自己的身子。

哥林多前書 10:14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.
我所親愛的弟兄阿、你們要逃避拜偶像的事。

提摩太前書 6:11 Σὺ δέ, ὦ ἄνθρωπε θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπαθίαν.
但你這屬神的人、要逃避這些事、追求公義、敬虔、信心、愛心、忍耐、溫柔。

提摩太後書 2:22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.
你要逃避少年的私慾、同那清心禱告主的人追求公義、信德、仁愛、和平。

希伯來書 11:34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
滅了烈火的猛勢、脫了刀劍的鋒刃、輭弱變爲剛強、爭戰顯出勇敢、打退外邦的全軍。

雅各書 4:7 ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν·
故此你們要順服神.務要抵擋魔鬼、魔鬼就必離開你們逃跑了。

啟示錄 9:6 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ φεύγει ὁ θάνατος ἀπ’ αὐτῶν.
在那些日子、人要求死、決不得死.願意死、死卻遠避他們。

啟示錄 12:6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
婦人就逃到曠野、在那裏有神給他豫備的地方、使他被養活一千二百六十天。

啟示錄 16:20 καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν.
各海島都逃避了、衆山也不見了。

啟示錄 20:11 Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ’ αὐτοῦ, οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
我又看見一個白色的大寶座、與坐在上面的.從他面前天地都逃避、再無可見之處了。