帖撒羅尼迦前書 第 5 章 希臘文原文與和合本
5:1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι,
弟兄們、論到時候日期、不用寫信給你們.
5:2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
因爲你們自己明明曉得、主的日子來到、好像夜間的賊一樣。
5:3 ὅταν λέγωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
人正說平安穩妥的時候、災禍忽然臨到他們、如同產難臨到懷胎的婦人一樣.他們絕不能逃脫。
5:4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ,
弟兄們、你們卻不在黑暗裏、叫那日子臨到你們像賊一樣。
5:5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
你們都是光明之子、都是白晝之子、我們不是屬黑夜的、也不是屬幽暗的.
5:6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
所以我們不要睡覺、像別人一樣、總要儆醒謹守。
5:7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
因爲睡了的人是在夜間睡.醉了的人是在夜間醉.
5:8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
但我們旣然屬乎白晝、就應當謹守、把信和愛當作護心鏡遮胸.把得救的盼望當作頭盔戴上。
5:9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
因爲神不是豫定我們受刑、乃是豫定我們藉着我們主耶穌基督得救.
5:10 τοῦ ἀποθανόντος περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
他替我們死、叫我們無論醒着睡着、都與他同活。
5:11 διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
所以你們該彼此勸慰、互相建立、正如你們素常所行的。
5:12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,
弟兄們、我們勸你們敬重那在你們中間勞苦的人、就是在主裏面治理你們、勸戒你們的.
5:13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.
又因他們所作的工、用愛心格外尊重他們.你們也要彼此和睦。
5:14 παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
我們又勸弟兄們、要警戒不守規矩的人.勉勵灰心的人.扶助輭弱的人.也要向衆人忍耐。
5:15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.
你們要謹愼、無論是誰都不可以惡報惡.或是彼此相待、或是待衆人、常要追求良善。
5:16 πάντοτε χαίρετε,
要常常喜樂.
5:17 ἀδιαλείπτως προσεύχεσθε,
不住的禱告.
5:18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
凡事謝恩.因爲這是神在基督耶穌裏向你們所定的旨意。
5:19 τὸ πνεῦμα μὴ σβέννυτε,
不要銷滅聖靈的感動.
5:20 προφητείας μὴ ἐξουθενεῖτε·
不要藐視先知的講論.
5:21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
但要凡事察驗.善美的要持守。
5:22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
各樣的惡事要禁戒不作。
5:23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
願賜平安的神、親自使你們全然成聖.又願你們的靈、與魂、與身子、得蒙保守、在我主耶穌基督降臨的時候、完全無可指摘。
5:24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
那召你們的本是信實的、他必成就這事。
5:25 Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
請弟兄們爲我們禱告。
5:26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
與衆弟兄親嘴問安務要聖潔。
5:27 ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.
我指着主囑咐你們、要把這信念給衆弟兄聽。
5:28 ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.
願我主耶穌基督的恩常與你們同在。