Μωϋσῆς 摩西、《思》梅瑟、律法
Strong G3475・名詞・新約出現 79 次・英文:Moses
中文義項
- 摩西;《思》梅瑟:帶領以色列人出埃及的領袖和頒布上帝律法的人(80 次)
- 律法;摩西的律法;藉著摩西頒布的律法;摩西:上帝藉著摩西頒布的律法,即舊約的前五卷書(9 次)
Moses; met: the books of Moses, the Pentateuch.
字形
- Μωϋσῆς 名詞 主格 單數 陽性(42 次)
- Μωϋσέως 名詞 所有格 單數 陽性(23 次)
- Μωϋσεῖ 名詞 間接受格 單數 陽性(8 次)
- Μωϋσῆν 名詞 直接受格 單數 陽性(4 次)
- Μωϋσέα 名詞 直接受格 單數 陽性(1 次)
- Μωϋσῇ 名詞 間接受格 單數 陽性(1 次)
出處(第 2 / 2 頁)
使徒行傳 15:1 Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
有幾個人、從猶太下來、教訓弟兄們說、你們若不按摩西的規條受割禮、不能得救。
使徒行傳 15:5 ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
惟有幾個信徒是法利賽教門的人、起來說、必須給外邦人行割禮、吩咐他們遵守摩西的律法。
使徒行傳 15:21 Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
因爲從古以來、摩西的書在各城有人傳講、每逢安息日、在會堂裏誦讀。
使徒行傳 21:21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν.
他們聽見人說、你教訓一切在外邦的猶太人、離棄摩西、對他們說、不要給孩子行割禮、也不要遵行條規。
使徒行傳 26:22 ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
然而我蒙神的幫助、直到今日還站得住、對着尊貴卑賤老幼作見證.所講的、並不外乎衆先知和摩西所說、將來必成的事.
使徒行傳 28:23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας.
他們和保羅約定了日子、就有許多人到他的寓處來、保羅從早到晚、對他們講論這事、證明神國的道、引摩西的律法和先知的書、以耶穌的事、勸勉他們。
羅馬書 5:14 ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος.
然而從亞當到摩西死就作了王、連那些不與亞當犯一樣罪過的、也在他的權下.亞當乃是那以後要來之人的豫像。
羅馬書 9:15 τῷ Μωϋσεῖ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.
因他對摩西說、『我要憐憫誰、就憐憫誰、要恩待誰、就恩待誰。』
羅馬書 10:5 Μωϋσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ.
摩西寫着說、『人若行那出於律法的義、就必因此活着。』
羅馬書 10:19 ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
我再說、以色列人不知道麼.先有摩西說、『我要用那不成子民的、惹動你們的憤恨.我要用那無知的民、觸動你們的怒氣。』
哥林多前書 9:9 ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ,
就如摩西的律法記着說、『牛在塲上踹穀的時候、不可籠住他的嘴。』難道神所掛念的是牛麼.
哥林多前書 10:2 καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,
都在雲裏海裏受洗歸了摩西.
哥林多後書 3:7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
那用字刻在石頭上屬死的職事、尚且有榮光、甚至以色列人因摩西面上的榮光、不能定睛看他的臉.這榮光原是漸漸退去的.
哥林多後書 3:13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
不像摩西將帕子蒙在臉上、叫以色列人不能定睛看到那將廢者的結局.
哥林多後書 3:15 ἀλλ’ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
然而直到今日、每逢誦讀摩西書的時候、帕子還在他們心上。
提摩太後書 3:8 ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
從前雅尼和佯庇怎樣敵擋摩西、這等人也怎樣敵擋眞道.他們的心地壞了、在眞道上是可廢棄的。
希伯來書 3:2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν τῷ οἴκῳ αὐτοῦ.
他爲那設立他的盡忠、如同摩西在神的全家盡忠一樣。
希伯來書 3:3 πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
他比摩西算是更配多得榮耀、好像建造房屋的比房屋更尊榮。
希伯來書 3:5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
摩西爲僕人、在神的全家誠然盡忠、爲要證明將來必傳說的事.
希伯來書 3:16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
那時聽見他話惹他發怒的是誰呢.豈不是跟着摩西從埃及出來的衆人麼。
希伯來書 7:14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.
我們的主分明是從猶大出來的.但這支派、摩西並沒有題到祭司。
希伯來書 8:5 (οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα γάρ, φησίν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει)·
他們供奉的事、本是天上事的形狀和影像、正如摩西將要造帳幕的時候、蒙神警戒他、說、『你要謹愼、作各樣的物件、都要照着在山上指示你的樣式。』
希伯來書 9:19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν,
因爲摩西當日照着律法、將各樣誡命傳給衆百姓、就拿朱紅色絨和牛膝草、把牛犢山羊的血和水、灑在書上、又灑在衆百姓身上、說、
希伯來書 10:28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·
人干犯摩西的律法、憑兩三個見證人、尚且不得憐恤而死.
希伯來書 11:23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
摩西生下來、他的父母見他是個俊美的孩子、就因着信把他藏了三個月、並不怕王命。
希伯來書 11:24 πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
摩西因着信、長大了就不肯稱爲法老女兒之子.
希伯來書 12:21 καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος.
所見的極其可怕、甚至摩西說、『我甚是恐懼戰兢。』
猶大書 1:9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν· Ἐπιτιμήσαι σοι κύριος.
天使長米迦勒、爲摩西的屍首與魔鬼爭辯的時候、尚且不敢用毀謗的話罪責他、只說、主責備你罷。
啟示錄 15:3 καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν αἰώνων·
唱神僕人摩西的歌、和羔羊的歌、說、主神、全能者阿、你的作爲大哉、奇哉、萬世之王阿、(世或作國)你的道途義哉、誠哉。