δίδωμι 給、給予、引起

Strong G1325・動詞・新約出現 415 次・英文:I offer, give

中文義項

  1. 給;給予:給予某物,通常暗示該物品是有價值的(140 次)
  2. 造成;產生:使某事發生,特別用來指自然規律的事件(5 次)
  3. 准予;允許:給某人機會去做某事(26 次)
  4. 放;放置:放置某個物品,暗示某種位置或所有權的轉移(4 次)
  5. 委派;指派(代表某人);(上帝)賜給;給;交給;賦予:指派某人一項任務,以作為對其他人的特殊好處(22 次)
  6. 支付;繳納;給;賠償:用金錢或其他有價值的東西來支付或賠償(18 次)
  7. 存錢;把錢存入銀行:把錢存放在錢莊那裏,好收取利息(1 次)
  8. 引起;導致;產生:用於標記一種使役關係,否則幾乎沒有任何語義內容(27 次)
  9. 使;使經歷:使人承受一些經歷,可能暗示那是所做的事的懲罰或報應(12 次)
  10. 立約;訂立協議:(習語,直譯:伸出右手)承認建立某種關係的協議,通常會有握手的動作(1 次)
  11. 在上帝面前發誓說真話;發誓說真話:(習語,直譯:將榮耀歸給上帝)使某人宣誓說真話的固定句式(1 次)
  12. 竭盡全力;非常努力地去做;盡所能;盡力:(習語,直譯:給予能量)竭盡全力嘗試做成某事(1 次)
  13. 獻上自己;奉獻自己:(習語,直譯:獻上自己)甘心情願地獻身於做某事,通常暗示為某人或某事服務(2 次)
  14. 幫助某人說某事;讓某人說某事:(習語,直譯:給口)使某人有話要說(1 次)
  15. 結果子;結出果實;結出種子;有出產:(植物)結出果實或種子(3 次)
  16. 為……而死;捨命;獻出自己的生命:(習語,直譯:獻出自己的生命)甘心情願地死去,暗示為了某種目的(3 次)

I offer, give; I put, place.

字形

出處(第 2 / 9 頁)

馬太福音 26:27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες,
又拿起杯來、祝謝了、遞給他們、說、你們都喝這個.

馬太福音 26:48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν.
那賣耶穌的、給了他們一個暗號、說、我與誰親嘴、誰就是他.你們可以拿住他。

馬太福音 27:10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.
買了窰戶的一塊田.這是照着主所吩咐我的。』

馬太福音 27:34 ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν.
兵丁拿苦膽調和的酒、給耶穌喝。他嘗了、就不肯喝。

馬太福音 28:12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
祭司長和長老聚集商議、就拿許多銀錢給兵丁說、

馬太福音 28:18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·
耶穌進前來、對他們說、天上地下所有的權柄、都賜給我了。

馬可福音 2:26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
他當亞比亞他作大祭司的時候、怎麼進了神的殿、喫了陳設餅、又給跟從他的人喫.這餅除了祭司以外、人都不可喫。

馬可福音 3:6 καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
法利賽人出去、同希律一黨的人商議、怎樣可以除滅耶穌。

馬可福音 4:7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
有落在荊棘裏的、荊棘長起來、把他擠住了、就不結實。

馬可福音 4:8 καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.
又有落在好土裏的、就發生長大、結實有三十倍的、有六十倍的、有一百倍的。

馬可福音 4:11 καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,
耶穌對他們說、神國的奧祕、只叫你們知道、若是對外人講、凡事就用比喻.

馬可福音 4:25 ὃς γὰρ ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
因爲有的、還要給他.沒有的、連他所有的也要奪去。

馬可福音 5:43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
耶穌切切的囑咐他們、不要叫人知道這事.又吩咐給他東西喫。

馬可福音 6:2 καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ, καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι;
到了安息日、他在會堂裏教訓人.衆人聽見、就甚希奇、說、這人從那裏有這些事呢、所賜給他的是甚麼智慧、他手所作的是何等的異能呢。

馬可福音 6:7 καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων,
耶穌叫了十二個門徒來、差遣他們兩個兩個的出去.也賜給他們權柄、制伏汚鬼.

馬可福音 6:22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι·
希羅底的女兒進來跳舞、使希律和同席的人都歡喜.王就對女子說、你隨意向我求甚麼、我必給你。

馬可福音 6:23 καὶ ὤμοσεν αὐτῇ· Ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.
又對他起誓說、隨你向我求甚麼、就是我國的一半、我也必給你。

馬可福音 6:25 καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
他就急忙進去見王、求他說、我願王立時把施洗約翰的頭、放在盤子裏給我。

馬可福音 6:28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
把頭放在盤子裏、拿來給女子、女子就給他母親。

馬可福音 6:28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
把頭放在盤子裏、拿來給女子、女子就給他母親。

馬可福音 6:37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν;
耶穌回答說、你們給他們喫罷.門徒說、我們可以去買二十兩銀子的餅、給他們喫麼。

馬可福音 6:37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν;
耶穌回答說、你們給他們喫罷.門徒說、我們可以去買二十兩銀子的餅、給他們喫麼。

馬可福音 6:41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.
耶穌拿着這五個餅、兩條魚、望着天祝福、擘開餅、遞給門徒擺在衆人面前.也把那兩條魚分給衆人。

馬可福音 8:6 καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ.
他吩咐衆人坐在地上、就拿着這七個餅、祝謝了、擘開遞給門徒叫他們擺開、門徒就擺在衆人面前。

馬可福音 8:12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
耶穌心裏深深的歎息說、這世代爲甚麼求神蹟呢。我實在告訴你們、沒有神蹟給這世代看。

馬可福音 8:37 τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
人還能拿甚麼換生命呢。

馬可福音 10:21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· Ἕν σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
耶穌看着他、就愛他、對他說、你還缺少一件.去變賣你所有的、分給窮人、就必有財寶在天上.你還要來跟從我。

馬可福音 10:37 οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.
他們說、賜我們在你的榮耀裏、一個坐在你右邊、一個坐在你左邊。

馬可福音 10:40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
只是坐在我的左右、不是我可以賜的.乃是爲誰豫備的、就賜給誰。

馬可福音 10:45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
因爲人子來、並不是要受人的服事、乃是要服事人、並且要捨命、作多人的贖價。

馬可福音 11:28 καὶ ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
問他說、你仗着甚麼權柄作這些事、給你這權柄的是誰呢。

馬可福音 12:9 τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
這樣、葡萄園的主人要怎樣辦呢.他要來除滅那些園戶、將葡萄園轉給別人。

馬可福音 12:14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
他們來了、就對他說、夫子、我們知道你是誠實的、甚麼人你都不徇情面.因爲你不看人的外貌、乃是誠誠實實傳神的道.納稅給該撒可以不可以。

馬可福音 12:14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
他們來了、就對他說、夫子、我們知道你是誠實的、甚麼人你都不徇情面.因爲你不看人的外貌、乃是誠誠實實傳神的道.納稅給該撒可以不可以。

馬可福音 12:14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
他們來了、就對他說、夫子、我們知道你是誠實的、甚麼人你都不徇情面.因爲你不看人的外貌、乃是誠誠實實傳神的道.納稅給該撒可以不可以。

馬可福音 13:11 καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
人把你們拉去交官的時候、不要豫先思慮說甚麼.到那時候、賜給你們甚麼話、你們就說甚麼、因爲說話的不是你們、乃是聖靈。

馬可福音 13:22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς·
因爲假基督、假先知、將要起來、顯神蹟奇事.倘若能行、就把選民迷惑了。

馬可福音 13:24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
在那些日子、那災難以後、日頭要變黑了、月亮也不放光、

馬可福音 13:34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
這事正如一個人離開本家、寄居外邦、把權柄交給僕人、分派各人當作的工、又吩咐看門的儆醒。

馬可福音 14:5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
這香膏可以賣三十多兩銀子賙濟窮人.他們就向那女人生氣。

馬可福音 14:11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.
他們聽見就歡喜、又應許給他銀子.他就尋思如何得便、把耶穌交給他們。

馬可福音 14:22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου.
他們喫的時候、耶穌拿起餅來、祝了福、就擘開遞給他們說、你們拿着喫.這是我的身體。

馬可福音 14:23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
又拿起杯來、祝謝了、遞給他們.他們都喝了。

馬可福音 14:44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.
賣耶穌的人曾給他們一個暗號、說、我與誰親嘴、誰就是他.你們把他拿住、牢牢靠靠的帶去。

馬可福音 15:23 καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον, ὃς δὲ οὐκ ἔλαβεν.
拿沒藥調和的酒給耶穌、他卻不受。

路加福音 1:32 οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
他要爲大、稱爲至高者的兒子.主神要把他祖大衞的位給他.

路加福音 1:73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
就是他對我們祖宗亞伯拉罕所起的誓、

路加福音 1:77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
叫他的百姓因罪得赦、就知道救恩.

路加福音 2:24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.
又要照主的律法上所說、或用一對斑鳩、或用兩隻雛鴿獻祭。

路加福音 4:6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν·
對他說、這一切權柄榮華、我都要給你.因爲這原是交付我的、我願意給誰就給誰。

← 上一頁 下一頁 →