δίδωμι 給、給予、引起

Strong G1325・動詞・新約出現 415 次・英文:I offer, give

中文義項

  1. 給;給予:給予某物,通常暗示該物品是有價值的(140 次)
  2. 造成;產生:使某事發生,特別用來指自然規律的事件(5 次)
  3. 准予;允許:給某人機會去做某事(26 次)
  4. 放;放置:放置某個物品,暗示某種位置或所有權的轉移(4 次)
  5. 委派;指派(代表某人);(上帝)賜給;給;交給;賦予:指派某人一項任務,以作為對其他人的特殊好處(22 次)
  6. 支付;繳納;給;賠償:用金錢或其他有價值的東西來支付或賠償(18 次)
  7. 存錢;把錢存入銀行:把錢存放在錢莊那裏,好收取利息(1 次)
  8. 引起;導致;產生:用於標記一種使役關係,否則幾乎沒有任何語義內容(27 次)
  9. 使;使經歷:使人承受一些經歷,可能暗示那是所做的事的懲罰或報應(12 次)
  10. 立約;訂立協議:(習語,直譯:伸出右手)承認建立某種關係的協議,通常會有握手的動作(1 次)
  11. 在上帝面前發誓說真話;發誓說真話:(習語,直譯:將榮耀歸給上帝)使某人宣誓說真話的固定句式(1 次)
  12. 竭盡全力;非常努力地去做;盡所能;盡力:(習語,直譯:給予能量)竭盡全力嘗試做成某事(1 次)
  13. 獻上自己;奉獻自己:(習語,直譯:獻上自己)甘心情願地獻身於做某事,通常暗示為某人或某事服務(2 次)
  14. 幫助某人說某事;讓某人說某事:(習語,直譯:給口)使某人有話要說(1 次)
  15. 結果子;結出果實;結出種子;有出產:(植物)結出果實或種子(3 次)
  16. 為……而死;捨命;獻出自己的生命:(習語,直譯:獻出自己的生命)甘心情願地死去,暗示為了某種目的(3 次)

I offer, give; I put, place.

字形

出處(第 1 / 9 頁)

馬太福音 4:9 καὶ εἶπεν αὐτῷ· Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
對他說、你若俯伏拜我、我就把這一切都賜給你。

馬太福音 5:31 Ἐρρέθη δέ· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
又有話說、人若休妻、就當給他休書。

馬太福音 5:42 τῷ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς.
有求你的、就給他.有向你借貸的、不可推辭。

馬太福音 6:11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
我們日用的飲食、今日賜給我們。

馬太福音 7:6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
不要把聖物給狗、也不要把你們的珍珠丟在豬前、恐怕他踐踏了珍珠、轉過來咬你們。

馬太福音 7:7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
你們祈求、就給你們.尋找、就尋見.叩門、就給你們開門。

馬太福音 7:11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.
你們雖然不好、尚且知道拿好東西給兒女、何况你們在天上的父、豈不更把好東西給求他的人麼。

馬太福音 7:11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.
你們雖然不好、尚且知道拿好東西給兒女、何况你們在天上的父、豈不更把好東西給求他的人麼。

馬太福音 9:8 ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
衆人看見都驚奇、就歸榮耀與神.因爲他將這樣的權柄賜給人。

馬太福音 10:1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
耶穌叫了十二個門徒來、給他們權柄、能趕逐汚鬼、並醫治各樣的病症。

馬太福音 10:8 ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
醫治病人、叫死人復活、叫長大痲瘋的潔淨、把鬼趕出去.你們白白的得來、也要白白的捨去。

馬太福音 10:19 ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε·
你們被交的時候、不要思慮怎樣說話、或說甚麼話.到那時候、必賜給你們當說的話。

馬太福音 12:39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
耶穌回答說、一個邪惡淫亂的世代求看神蹟.除了先知約拿的神蹟以外、再沒有神蹟給他們看。

馬太福音 13:8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα.
又有落在好土裏的、就結實、有一百倍的、有六十倍的、有三十倍的。

馬太福音 13:11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
耶穌回答說、因爲天國的奧祕、只叫你們知道、不叫他們知道。

馬太福音 13:11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
耶穌回答說、因爲天國的奧祕、只叫你們知道、不叫他們知道。

馬太福音 13:12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
凡有的、還要加給他、叫他有餘.凡沒有的、連他所有的、也要奪去。

馬太福音 14:7 ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
希律就起誓、應許隨他所求的給他。

馬太福音 14:8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
女兒被母親所使、就說、請把施洗約翰的頭、放在盤子裏、拿來給我。

馬太福音 14:9 καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι,
王便憂愁、但因他所起的誓、又因同席的人、就吩咐給他。

馬太福音 14:11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
把頭放在盤子裏、拿來給了女子.女子拿去給他母親。

馬太福音 14:16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.
耶穌說、不用他們去、你們給他們喫罷。

馬太福音 14:19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
於是吩咐衆人坐在草地上.就拿着這五個餅、兩條魚、望着天、祝福、擘開餅、遞給門徒.門徒又遞給衆人。

馬太福音 15:36 ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
拿着這七個餅和幾條魚、祝謝了、擘開、遞給門徒.門徒又遞給衆人。

馬太福音 16:4 Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.
一個邪惡淫亂的世代求神蹟、除了約拿的神蹟以外、再沒有神蹟給他看.耶穌就離開他們去了。

馬太福音 16:19 δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
我要把天國的鑰匙給你.凡你在地上所捆綁的、在天上也要捆綁.凡你在地上所釋放的、在天上也要釋放。

馬太福音 16:26 τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
人若賺得全世界、賠上自己的生命、有甚麼益處呢.人還能拿甚麼換生命呢。

馬太福音 17:27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
但恐怕觸犯他們、(觸犯原文作絆倒)、你且往海邊去釣魚、把先釣上來的魚拿起來、開了他的口、必得一塊錢、可以拿去給他們、作你我的稅銀。

馬太福音 19:7 λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν;
法利賽人說、這樣、摩西爲甚麼吩咐給妻子休書、就可以休他呢。

馬太福音 19:11 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον ἀλλ’ οἷς δέδοται.
耶穌說、這話不是人都能領受的.惟獨賜給誰、誰纔能領受。

馬太福音 19:21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
耶穌說、你若願意作完全人、可去變賣你所有的、分給窮人、就必有財寶在天上、你還要來跟從我。

馬太福音 20:4 καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν·
就對他們說、你們也進葡萄園去、所當給的、我必給你們.他們也進去了。

馬太福音 20:14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
拿你的走罷.我給那後來的和給你一樣、這是我願意的。

馬太福音 20:23 λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
耶穌說、我所喝的杯、你們必要喝.只是坐在我的左右、不是我可以賜的.乃是我父爲誰豫備的、就賜給誰。

馬太福音 20:28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
正如人子來、不是要受人的服事、乃是要服事人.並且要捨命、作多人的贖價。

馬太福音 21:23 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
耶穌進了殿、正教訓人的時候、祭司長和民間的長老來問他說、你仗着甚麼權柄作這些事.給你這權柄的是誰呢。

馬太福音 21:43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
所以我告訴你們。神的國、必從你們奪去.賜給那能結果子的百姓。

馬太福音 22:17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
請告訴我們、你的意見如何.納稅給該撒、可以不可以。

馬太福音 24:24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς·
因爲假基督、假先知、將要起來、顯大神蹟、大奇事.倘若能行、連選民也就迷惑了。

馬太福音 24:29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
那些日子的災難一過去、日頭就變黑了、月亮也不放光、衆星要從天上墜落、天勢都要震動。

馬太福音 24:45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
誰是忠心有見識的僕人、爲主人所派、管理家裏的人、按時分糧給他們呢。

馬太福音 25:8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
愚拙的對聰明的說、請分點油給我們.因爲我們的燈要滅了。

馬太福音 25:15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως
按着各人的才幹、給他們銀子.一個給了五千、一個給了二千、一個給了一千.就往外國去了。

馬太福音 25:28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·
奪過他這一千來、給那有一萬的。

馬太福音 25:29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
因爲凡有的、還要加給他、叫他有餘.沒有的、連他所有的、也要奪過來。

馬太福音 25:35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
因爲我餓了、你們給我喫.渴了、你們給我喝.我作客旅、你們留我住.

馬太福音 25:42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,
因爲我餓了、你們不給我喫.渴了、你們不給我喝.

馬太福音 26:9 ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.
這香膏可以賣許多錢、賙濟窮人。

馬太福音 26:15 εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
我把他交給你們、你們願意給我多少錢。他們就給了他三十塊錢。

馬太福音 26:26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου.
他們喫的時候、耶穌拿起餅來、祝福、就擘開、遞給門徒、說、你們拿着喫.這是我的身體。

下一頁 →