ἀκολουθέω 跟在後面、後隨、作為追隨者陪伴
Strong G190・動詞・新約出現 89 次・英文:I accompany, attend, follow
中文義項
- 跟在後面;後隨:跟在某人後面(34 次)
- 作為追隨者陪伴;跟隨;同行:跟隨或陪同那決定前行方向和路線的帶頭人(30 次)
- 跟從;跟隨;作……的門徒:作某人的跟隨者或門徒,意思是堅持領袖的教導或指示,並促進這位領袖的事業發展(28 次)
I accompany, attend, follow.
字形
- ἠκολούθησαν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 複數(18 次)
- ἠκολούθει 動詞 未完成式 主動語態 直說語氣 第三人稱 單數(13 次)
- Ἀκολούθει 動詞 現在式 主動語態 命令語氣 第二人稱 單數(7 次)
- ἠκολούθησεν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 單數(7 次)
- ἀκολούθει 動詞 現在式 主動語態 命令語氣 第二人稱 單數(5 次)
- ἀκολουθεῖ 動詞 現在式 主動語態 直說語氣 第三人稱 單數(4 次)
- ἀκολουθείτω 動詞 現在式 主動語態 命令語氣 第三人稱 單數(4 次)
- ἀκολουθοῦντες 動詞 現在式 主動語態 分詞 主格 複數 陽性(4 次)
- ἠκολουθήσαμέν 動詞 不定過去式 主動語態 直說語氣 第一人稱 複數(2 次)
- ἠκολούθουν 動詞 未完成式 主動語態 直說語氣 第三人稱 複數(2 次)
- ἀκολουθήσατε 動詞 不定過去式 主動語態 命令語氣 第二人稱 複數(2 次)
- Ἀκολουθήσω 動詞 未來式 主動語態 直說語氣 第一人稱 單數(2 次)
- Ἠκολούθει 動詞 未完成式 主動語態 直說語氣 第三人稱 單數(2 次)
- ἀκολουθῶν 動詞 現在式 主動語態 分詞 主格 單數 陽性(2 次)
- ἀκολουθῆσαι 動詞 不定過去式 主動語態 不定詞(2 次)
- ἀκολουθοῦσιν 動詞 現在式 主動語態 分詞 間接受格 複數 陽性(1 次)
- ἀκολουθήσω 動詞 未來式 主動語態 直說語氣 第一人稱 單數(1 次)
- ἀκολουθήσαντές 動詞 不定過去式 主動語態 分詞 主格 複數 陽性(1 次)
- ἀκολουθοῦσιν 動詞 現在式 主動語態 直說語氣 第三人稱 複數(1 次)
- ἠκολουθήκαμέν 動詞 現在完成式 主動語態 直說語氣 第一人稱 複數(1 次)
- ἀκολουθοῦντι 動詞 現在式 主動語態 分詞 間接受格 單數 陽性(1 次)
- ἀκολουθοῦντας 動詞 現在式 主動語態 分詞 直接受格 複數 陽性(1 次)
- ἀκολουθησάντων 動詞 不定過去式 主動語態 分詞 所有格 複數 陽性(1 次)
- ἀκολουθήσουσιν 動詞 未來式 主動語態 直說語氣 第三人稱 複數(1 次)
- ἀκολουθοῦσίν 動詞 現在式 主動語態 直說語氣 第三人稱 複數(1 次)
- ἀκολουθήσεις 動詞 未來式 主動語態 直說語氣 第二人稱 單數(1 次)
- ἀκολουθοῦντα 動詞 現在式 主動語態 分詞 直接受格 單數 陽性(1 次)
- ἀκολουθούσης 動詞 現在式 主動語態 分詞 所有格 單數 陰性(1 次)
出處(第 2 / 2 頁)
路加福音 9:59 εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.
又對一個人說、跟從我來.那人說、主、容我先回去埋葬我的父親。
路加福音 9:61 εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
又有一人說、主、我要跟從你.但容我先去辭別我家裏的人。
路加福音 18:22 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
耶穌聽見了、就說、你還缺少一件.要變賣你一切所有的、分給窮人、就必有財寶在天上.你還要來跟從我。
路加福音 18:28 Εἶπεν δὲ ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι.
彼得說、看哪、我們已經撇下自己所有的跟從你了。
路加福音 18:43 καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.
瞎子立刻看見了、就跟隨耶穌、一路歸榮耀與神.衆人看見這事、也讚美神。
路加福音 22:10 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται.
耶穌說、你們進了城、必有人拿着一瓶水迎面而來.你們就跟着他、到他所進的房子裏去.
路加福音 22:39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί.
耶穌出來、照常往橄欖山去.門徒也跟隨他。
路加福音 22:54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
他們拿住耶穌、把他帶到大祭司的宅裏.彼得遠遠的跟着。
路加福音 23:27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
有許多百姓、跟隨耶穌、內中有好些婦女、婦女們爲他號咷痛哭。
約翰福音 1:37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
兩個門徒聽見他的話、就跟從了耶穌。
約翰福音 1:38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις;
耶穌轉過身來、看見他們跟着、就問他們說、你們要甚麼。他們說、拉比、在那裏住。(拉比繙出來、就是夫子。)
約翰福音 1:40 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ·
聽見約翰的話、跟從耶穌的那兩個人、一個是西門彼得的兄弟安得烈。
約翰福音 1:43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι.
又次日、耶穌想要往加利利去、遇見腓力、就對他說、來跟從我罷。
約翰福音 6:2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
有許多人、因爲看見他在病人身上所行的神蹟、就跟隨他。
約翰福音 8:12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.
耶穌又對衆人說、我是世界的光.跟從我的、就不在黑暗裏走、必要得着生命的光。
約翰福音 10:4 ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ·
旣放出自己的羊來、就在前頭走、羊也跟着他、因爲認得他的聲音。
約翰福音 10:5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.
羊不跟着生人、因爲不認得他的聲音.必要逃跑。
約翰福音 10:27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι,
我的羊聽我的聲音、我也認識他們、他們也跟着我。
約翰福音 11:31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
那些同馬利亞在家裏安慰他的猶太人、見他急忙起來出去、就跟着他.以爲他要往墳墓那裏去哭。
約翰福音 12:26 ἐὰν ἐμοί τις διακονῇ ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.
若有人服事我、就當跟從我.我在那裏、服事我的人、也要在那裏.若有人服事我、我父必尊重他。
約翰福音 13:36 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.
西門彼得問耶穌說、主往那裏去。耶穌回答說、我所去的地方、你現在不能跟我去.後來卻要跟我去.
約翰福音 13:36 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.
西門彼得問耶穌說、主往那裏去。耶穌回答說、我所去的地方、你現在不能跟我去.後來卻要跟我去.
約翰福音 13:37 λέγει αὐτῷ ὁ Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
彼得說、主阿、我爲甚麼現在不能跟你去.我願意爲你捨命。
約翰福音 18:15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως,
西門彼得跟着耶穌、還有一個門徒跟着.那門徒是大祭司所認識的.他就同耶穌進了大祭司的院子。
約翰福音 20:6 ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,
西門彼得隨後也到了、進墳墓裏去、就看見細麻布還放在那裏.
約翰福音 21:19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι.
耶穌說這話、是指着彼得要怎樣死榮耀神。說了這話、就對他說、你跟從我罷。
約翰福音 21:20 Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
彼得轉過來、看見耶穌所愛的那門徒跟着、就是在晚飯的時候、靠着耶穌胸膛、說、主阿、賣你的是誰的那門徒。
約翰福音 21:22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει.
耶穌對他說、我若要他等到我來的時候、與你何干.你跟從我罷。
使徒行傳 12:8 εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν· Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.
天使對他說、束上帶子.穿上鞋.他就那樣作.天使又說、披上外衣跟着我來。
使徒行傳 12:9 καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
彼得就出來跟着他、不知道天使所作是眞的、只當見了異象。
使徒行傳 13:43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον· αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ.
散會以後、猶太人和敬虔進猶太教的人、多有跟從保羅、巴拿巴的、二人對他們講道、勸他們務要恆久在神的恩中。
使徒行傳 21:36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες· Αἶρε αὐτόν.
衆人跟在後面、喊着說、除掉他。
哥林多前書 10:4 καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ Χριστός·
也都喝了一樣的靈水.所喝的是出於隨着他們的靈磐石.那磐石就是基督。
啟示錄 6:8 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ’ αὐτοῦ, καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
我就觀看、見有一匹灰色馬.騎在馬上的、名字叫作死.陰府也隨着他.有權柄賜給他們、可以用刀劍、饑荒、瘟疫、(瘟疫或作死亡)野獸、殺害地上四分之一的人。
啟示錄 14:4 οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ,
這些人未曾沾染婦女、他們原是童身。羔羊無論往那裏去、他們都跟隨他。他們是從人間買來的、作初熟的果子歸與神和羔羊。
啟示錄 14:8 Καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησεν λέγων· Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
又有第二位天使、接着說、叫萬民喝邪淫大怒之酒的巴比倫大城傾倒了、傾倒了。
啟示錄 14:9 Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
又有第三位天使、接着他們、大聲說、若有人拜獸和獸像、在額上、或在手上、受了印記、
啟示錄 14:13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ’ ἄρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν.
我聽見從天上有聲音說、你要寫下、從今以後、在主裏面而死的人有福了.聖靈說、是的、他們息了自己的勞苦、作工的果效也隨着他們。
啟示錄 19:14 καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
在天上的衆軍、騎着白馬、穿着細麻衣、又白又潔、跟隨他。