ἕκαστος 每、每一、每個
Strong G1538・形容詞・新約出現 81 次・英文:each, every one
中文義項
- 每;每一;每個;各;各個;各種;各樣:總體中的每一個,有分配的意思(82 次)
each (of more than two), every one.
字形
- ἕκαστος 形容詞 主格 單數 陽性(38 次)
- ἑκάστῳ 形容詞 間接受格 單數 陽性(19 次)
- ἕκαστον 形容詞 直接受格 單數 陽性(10 次)
- ἑκάστου 形容詞 所有格 單數 陽性(6 次)
- ἕκαστον 形容詞 直接受格 單數 中性(2 次)
- ἕκαστοι 形容詞 主格 複數 陽性(2 次)
- ἕκαστον 形容詞 主格 單數 中性(1 次)
- ἑκάστη 形容詞 主格 單數 陰性(1 次)
- ἑκάστου 形容詞 所有格 單數 中性(1 次)
- ἑκάστην 形容詞 直接受格 單數 陰性(1 次)
出處(第 2 / 2 頁)
哥林多前書 16:2 κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
每逢七日的第一日、各人要照自己的進項抽出來留着.免得我來的時候現湊。
哥林多後書 5:10 τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.
因爲我們衆人、必要在基督臺前顯露出來、叫各人按着本身所行的、或善或惡受報。
哥林多後書 9:7 ἕκαστος καθὼς προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός.
各人要隨本心所酌定的.不要作難、不要勉強.因爲捐得樂意的人、是神所喜愛的。
加拉太書 6:4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον,
各人應當察驗自己的行爲、這樣、他所誇的就專在自己、不在別人了。
加拉太書 6:5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
因爲各人必擔當自己的擔子。
以弗所書 4:7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
我們各人蒙恩、都是照基督所量給各人的恩賜。
以弗所書 4:16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
全身都靠他聯絡得合式、百節各按各職、照着各體的功用、彼此相助、便叫身體漸漸增長、在愛中建立自己。
以弗所書 4:25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
所以你們要棄絕謊言、各人與鄰舍說實話.因爲我們是互相爲肢體。
以弗所書 5:33 πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
然而你們各人都當愛妻子、如同愛自己一樣.妻子也當敬重他的丈夫。
以弗所書 6:8 εἰδότες ὅτι ἕκαστος, ὃ ἂν ποιήσῃ ἀγαθόν, τοῦτο κομίσεται παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.
因爲曉得各人所行的善事、不論是爲奴的、是自主的、都必按所行的得主的賞賜。
腓立比書 2:4 μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
各人不要單顧自己的事、也要顧別人的事。
腓立比書 2:4 μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
各人不要單顧自己的事、也要顧別人的事。
歌羅西書 4:6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
你們的言語要常常帶着和氣、好像用鹽調和、就可知道該怎樣回答各人。
帖撒羅尼迦前書 2:11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ
你們也曉得我們怎樣勸勉你們、安慰你們、囑咐你們各人、好像父親待自己的兒女一樣.
帖撒羅尼迦前書 4:4 εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
要你們各人曉得怎樣用聖潔尊貴、守着自己的身體.
帖撒羅尼迦後書 1:3 Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους,
弟兄們、我們該爲你們常常感謝神、這本是合宜的.因你們的信心格外增長、並且你們衆人彼此相愛的心也都充足.
希伯來書 3:13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·
總要趁着還有今日、天天彼此相勸、免得你們中間、有人被罪迷惑、心裏就剛硬了。
希伯來書 6:11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
我們願你們各人都顯出這樣的殷勤、使你們有滿足的指望、一直到底。
希伯來書 8:11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.
他們不用各人教導自己的鄉鄰、和自己的弟兄、說、你該認識主.因爲他們從最小的到至大的、都必認識我。
希伯來書 8:11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.
他們不用各人教導自己的鄉鄰、和自己的弟兄、說、你該認識主.因爲他們從最小的到至大的、都必認識我。
希伯來書 11:21 πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
雅各因着信、臨死的時候、給約瑟的兩個兒子各自祝福、扶着杖頭敬拜神。
雅各書 1:14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
但各人被試探、乃是被自己的私慾牽引誘惑的。
彼得前書 1:17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·
你們旣稱那不偏待人、按各人行爲審判人的主爲父、就當存敬畏的心、度你們在世寄居的日子.
彼得前書 4:10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ·
各人要照所得的恩賜彼此服事、作神百般恩賜的好管家.
啟示錄 2:23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
我又要殺死他的黨類、(黨類原文作兒女)叫衆教會知道、我是那察看人肺腑心腸的.並要照你們的行爲報應你們各人。
啟示錄 5:8 καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·
他旣拿了書卷、四活物和二十四位長老、就俯伏在羔羊面前、各拿着琴、和盛滿了香的金爐.這香就是衆聖徒的祈禱。
啟示錄 6:11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν, ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
於是有白衣賜給他們各人.又有話對他們說、還要安息片時、等着一同作僕人的、和他們的弟兄、也像他們被殺、滿足了數目。
啟示錄 20:13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.
於是海交出其中的死人.死亡和陰間也交出其中的死人.他們都照各人所行的受審判。
啟示錄 21:21 καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
十二個門是十二顆珍珠.每門是一顆珍珠.城內的街道是精金、好像明透的玻璃。
啟示錄 22:2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
在河這邊與那邊有生命樹、結十二樣果子、(樣或作回)每月都結果子.樹上的葉子乃爲醫治萬民。
啟示錄 22:12 Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ.
看哪、我必快來.賞罰在我、要照各人所行的報應他。