加拉太書 第 5 章 希臘文原文與和合本

5:1 τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
基督釋放了我們、叫我們得以自由、所以要站立得穩、不要再被奴僕的軛挾制。

5:2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
我保羅告訴你們、若受割禮、基督就與你們無益了。

5:3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
我再指着凡受割禮的人確實的說、他是欠着行全律法的債。

5:4 κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
你們這要靠律法稱義的、是與基督隔絕、從恩典中墜落了。

5:5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
我們靠着聖靈、憑着信心、等候所盼望的義。

5:6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.
原來在基督耶穌裏、受割禮不受割禮、全無功效.惟獨使人生發仁愛的信心、纔有功效。

5:7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
你們向來跑得好.有誰攔阻你們、叫你們不順從眞理呢。

5:8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
這樣的勸導、不是出於那召你們的。

5:9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
一點麵酵能使全團都發起來。

5:10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ.
我在主裏很信你們必不懷別樣的心.但攪擾你們的、無論是誰、必擔當他的罪名。

5:11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
弟兄們、我若仍舊傳割禮、爲甚麼還受逼迫呢.若是這樣、那十字架討厭的地方就沒有了。

5:12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
恨不得那攪亂你們的人、把自己割絕了。

5:13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις·
弟兄們、你們蒙召、是要得自由.只是不可將你們的自由當作放縱情慾的機會.總要用愛心互相服事。

5:14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
因爲全律法都包在愛人如己這一句話之內了。

5:15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.
你們要謹愼.若相咬相吞、只怕要彼此消滅了。

5:16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
我說、你們當順着聖靈而行、就不放縱肉體的情慾了。

5:17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε.
因爲情慾和聖靈相爭、聖靈和情慾相爭.這兩個是彼此相敵、使你們不能作所願意作的。

5:18 εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
但你們若被聖靈引導、就不在律法以下。

5:19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
情慾的事、都是顯而易見的.就如姦淫、汚穢、邪蕩、

5:20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
拜偶像、邪術、仇恨、爭競、忌恨、惱怒、結黨、紛爭、異端、

5:21 φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
嫉妒、(有古卷在此有凶殺二字)醉酒、荒宴等類、我從前告訴你們、現在又告訴你們、行這樣事的人、必不能承受神的國

5:22 Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
聖靈所結的果子、就是仁愛、喜樂、和平、忍耐、恩慈、良善、信實、

5:23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.
溫柔、節制.這樣的事、沒有律法禁止。

5:24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
凡屬基督耶穌的人、是已經把肉體、連肉體的邪情私慾、同釘在十字架上了。

5:25 εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
我們若是靠聖靈得生、就當靠聖靈行事。

5:26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
不要貪圖虛名、彼此惹氣、互相嫉妒。

← 加拉太書 4 章 加拉太書 6 章 →