加拉太書 第 4 章 希臘文原文與和合本
4:1 Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν,
我說那承受產業的、雖然是全業的主人、但爲孩童的時候、卻與奴僕毫無分別.
4:2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
乃在師傅和管家的手下、直等他父親豫定的時候來到。
4:3 οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι·
我們爲孩童的時候、受管於世俗小學之下、也是如此。
4:4 ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
及至時候滿足、神就差遣他的兒子、爲女子所生、且生在律法以下、
4:5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
要把律法以下的人贖出來、叫我們得着兒子的名分。
4:6 ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον· Αββα ὁ πατήρ.
你們旣爲兒子、神就差他兒子的靈、進入你們(原文作我們)的心、呼叫阿爸、父。
4:7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεοῦ.
可見、從此以後、你不是奴僕、乃是兒子了.旣是兒子、就靠着神爲後嗣。
4:8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς·
但從前你們不認識神的時候、是給那些本來不是神的作奴僕。
4:9 νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;
現在你們旣然認識神、更可說是被神所認識的、怎麼還要歸回那懦弱無用的小學、情願再給他作奴僕呢。
4:10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς.
你們謹守日子、月分、節期、年分。
4:11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
我爲你們害怕.惟恐我在你們身上是枉費了工夫。
4:12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε·
弟兄們、我勸你們要像我一樣、因爲我也像你們一樣.你們一點沒有虧負我。
4:13 οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
你們知道我頭一次傳福音給你們、是因爲身體有疾病。
4:14 καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
你們爲我身體的緣故受試煉、沒有輕看我、也沒有厭棄我.反倒接待我、如同神的使者、如同基督耶穌。
4:15 ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι.
你們當日所誇的福氣在哪裏呢.那時你們若能行、就是把自己的眼睛剜出來給我、也都情願.這是我可以給你們作見證的。
4:16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
如今我將眞理告訴你們、就成了你們的仇敵麼。
4:17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
那些人熱心待你們、卻不是好意、是要離間(原文作把你們關在外面)你們、叫你們熱心待他們。
4:18 καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
在善事上、常用熱心待人、原是好的、卻不單我與你們同在的時候纔這樣。
4:19 τέκνα μου, οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·
我小子阿、我爲你們再受生產之苦、直等到基督成形在你們心裏.
4:20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
我巴不得現今在你們那裏、改換口氣、因我爲你們心裏作難。
4:21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
你們這願意在律法以下的人、請告訴我、你們豈沒有聽見律法麼。
4:22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας·
因爲律法上記着、亞伯拉罕有兩個兒子、一個是使女生的、一個是自主之婦人生的。
4:23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι’ ἐπαγγελίας.
然而那使女所生的、是按着血氣生的.那自主之婦人所生的、是憑着應許生的。
4:24 ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ,
這都是比方.那兩個婦人、就是兩約.一約是出於西乃山、生子爲奴、乃是夏甲。
4:25 τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς·
這夏甲二字是指着亞拉伯的西乃山、與現在的耶路撒冷同類.因耶路撒冷和他的兒女都是爲奴的。
4:26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν·
但那在上的耶路撒冷是自主的、他是我們的母。
4:27 γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
因爲經上記着、『不懷孕不生養的、你要歡樂.未曾經過產難的、你要高聲歡呼、因爲沒有丈夫的、比有丈夫的兒女更多。』
4:28 ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ·
弟兄們、我們是憑着應許作兒女、如同以撒一樣。
4:29 ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν.
當時那按着血氣生的、逼迫了那按着聖靈生的.現在也是這樣。
4:30 ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
然而經上是怎麼說的呢.是說、『把使女和他兒子趕出去.因爲使女的兒子、不可與自主婦人的兒子一同承受產業。』
4:31 διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.
弟兄們、這樣看來、我們不是使女的兒女、乃是自主婦人的兒女了。