提摩太後書 第 2 章 希臘文原文與和合本

2:1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ,
我兒阿、你要在基督耶穌的恩典上剛強起來。

2:2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
你在許多見證人面前聽見我所教訓的、也要交託那忠心能教導別人的人。

2:3 συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.
你要和我同受苦難、好像基督耶穌的精兵。

2:4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ·
凡在軍中當兵的、不將世務纏身、好叫那招他當兵的人喜悅。

2:5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ·
人若在塲上比武、非按規矩、就不能得冠冕。

2:6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
勞力的農夫、理當先得糧食。

2:7 νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.
我所說的話你要思想.因爲凡事主必給你聰明。

2:8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου·
你要記念耶穌基督乃是大衞的後裔.他從死裏復活、正合乎我所傳的福音。

2:9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται·
我爲這福音受苦難、甚至被捆綁、像犯人一樣.然而神的道、卻不被捆綁。

2:10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
所以我爲選民凡事忍耐、叫他們也可以得着那在基督耶穌裏的救恩、和永遠的榮耀。

2:11 πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·
有可信的話說、我們若與基督同死、也必與他同活.

2:12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
我們若能忍耐、也必和他一同作王.我們若不認他、他也必不認我們.

2:13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
我們縱然失信、他仍是可信的.因爲他不能背乎自己。

2:14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ κυρίου, μὴ λογομαχεῖν, ἐπ’ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
你要使衆人回想這些事、在主面前囑咐他們、不可爲言語爭辯.這是沒有益處的、只能敗壞聽見的人。

2:15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
你當竭力、在神面前得蒙喜悅、作無愧的工人、按着正意分解眞理的道。

2:16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,
但要遠避世俗的虛談.因爲這等人必進到更不敬虔的地步.

2:17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος,
他們的話如同毒瘡、越爛越大.其中有許米乃和腓理徒.

2:18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.
他們偏離了眞道、說復活的事已過、就敗壞好些人的信心。

2:19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί· Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.
然而神堅固的根基立住了.上面有這印記說、主認識誰是他的人.又說、凡稱呼主名的人、總要離開不義。

2:20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν·
在大戶人家、不但有金器銀器、也有木器瓦器.有作爲貴重的、有作爲卑賤的。

2:21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
人若自潔、脫離卑賤的事、就必作貴重的器皿、成爲聖潔、合乎主用、豫備行各樣的善事。

2:22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.
你要逃避少年的私慾、同那清心禱告主的人追求公義、信德、仁愛、和平。

2:23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας·
惟有那愚拙無學問的辯論、總要棄絕.因爲知道這等事是起爭競的。

2:24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
然而主的僕人不可爭競、只要溫溫和和的待衆人、善於教導、存心忍耐、

2:25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
用溫柔勸戒那抵擋的人.或者神給他們悔改的心、可以明白眞道.

2:26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
叫他們這已經被魔鬼任意擄去的、可以醒悟、脫離他的網羅。

← 提摩太後書 1 章 提摩太後書 3 章 →