哥林多前書 第 12 章 希臘文原文與和合本
12:1 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.
弟兄們、論到屬靈的恩賜、我不願意你們不明白。
12:2 οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.
你們作外邦人的時候、隨事被牽引受迷惑、去服事那啞吧偶像.這是你們知道的。
12:3 διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν· Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
所以我告訴你們、被神的靈感動的、沒有說耶穌是可咒詛的.若不是被聖靈感動的、也沒有能說耶穌是主的。
12:4 Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα·
恩賜原有分別、聖靈卻是一位。
12:5 καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος·
職事也有分別、主卻是一位。
12:6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
功用也有分別、神卻是一位、在衆人裏面運行一切的事。
12:7 ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.
聖靈顯在各人身上、是叫人得益處。
12:8 ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα,
這人蒙聖靈賜他智慧的言語.那人也蒙這位聖靈賜他知識的言語.
12:9 ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι,
又有一人蒙這位聖靈賜他信心.還有一人蒙這位聖靈賜他醫病的恩賜.
12:10 ἄλλῳ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, 1ἄλλῳ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, 2ἄλλῳ ἑρμηνεία γλωσσῶν·
又叫一人能行異能.又叫一人能作先知.又叫一人能辨別諸靈.又叫一人能說方言.又叫一人能繙方言。
12:11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
這一切都是這位聖靈所運行、隨己意分給各人的。
12:12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός·
就如身子是一個、卻有許多肢體、而且肢體雖多、仍是一個身子.基督也是這樣。
12:13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
我們不拘是猶太人、是希利尼人、是爲奴的、是自主的、都從一位聖靈受洗、成了一個身體.飲於一位聖靈。
12:14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.
身子原不是一個肢體、乃是許多肢體。
12:15 ἐὰν εἴπῃ ὁ πούς· Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
設若脚說、我不是手、所以不屬乎身子.他不能因此就不屬乎身子。
12:16 καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·
設若耳說、我不是眼、所以不屬乎身子.他也不能因此就不屬乎身子。
12:17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
若全身是眼、從那裏聽聲呢.若全身是耳、從那裏聞味呢。
12:18 νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν.
但如今神隨自己的意思、把肢體俱各安排在身上了。
12:19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
若都是一個肢體、身子在哪裏呢。
12:20 νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
但如今肢體是多的、身子卻是一個。
12:21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω·
眼不能對手說、我用不着你.頭也不能對脚說、我用不着你。
12:22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,
不但如此、身上肢體人以爲輭弱的、更是不可少的.
12:23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει,
身上肢體、我們看爲不體面的、越發給他加上體面.不俊美的、越發得着俊美.
12:24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν,
我們俊美的肢體、自然用不着裝飾.但神配搭這身子、把加倍的體面給那有缺欠的肢體.
12:25 ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη.
免得身上分門別類.總要肢體彼此相顧。
12:26 καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη.
若一個肢體受苦、所有的肢體就一同受苦.若一個肢體得榮耀、所有的肢體就一同快樂。
12:27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
你們就是基督的身子、並且各自作肢體。
12:28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
神在教會所設立的、第一是使徒.第二是先知.第三是教師.其次是行異能的.再次是得恩賜醫病的.幫助人的.治理事的.說方言的。
12:29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
豈都是使徒麼.豈都是先知麼.豈都是教師麼.豈都是行異能的麼.
12:30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;
豈都是得恩賜醫病的麼.豈都是說方言的麼.豈都是繙方言的麼。
12:31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
你們要切切的求那更大的恩賜、我現今把最妙的道指示你們。