γίνομαι 發生、變成、是

Strong G1096・動詞・新約出現 667 次・英文:I come into being, am born

中文義項

  1. 形成;開始存在:開始存在(19 次)
  2. 是;成為:具有某些特徵,暗示那是獲得的(76 次)
  3. 變成:取得或經歷某個狀態(208 次)
  4. 發生:發生,暗示所發生的與以前的狀態不同(293 次)
  5. 來;去;走動:改變位置(含義非常寬泛)(18 次)
  6. 屬於;擁有;有:屬於某人的(1 次)
  7. 行事為人;行為表現;品行:生活和行事為人,因應環境有特定的方式(8 次)
  8. 是(在某處):在某個地方,可能有來到這樣一個地方的含義(17 次)
  9. 變成;出現;來到某個地方:來到某個地方(11 次)
  10. (中文不必譯出):表示新的信息,或與某個情景的參與者有關,或與情景本身有關(通常以 ἐγένετο δέ 或 καὶ ἐγένετο 的句式出現)(26 次)
  11. 結婚;歸屬於:(習語,直譯:成為屬於一個男人的)與一個男人結婚(3 次)
  12. 決定;決意;定意:(習語,直譯:成為一種思想)下定決心,強調作出這個決定的過程(1 次)

I come into being, am born, become, come about, happen.

字形

出處(第 5 / 14 頁)

路加福音 13:19 ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.
好像一粒芥菜種、有人拿去種在園子裏.長大成樹、天上的飛鳥、宿在他的枝上。

路加福音 14:1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
安息日、耶穌到一個法利賽人的首領家裏去喫飯、他們就窺探他。

路加福音 14:12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
耶穌又對請他的人說、你擺設午飯、或晚飯、不要請你的朋友、弟兄、親屬、和富足的鄰舍.恐怕他們也請你、你就得了報答。

路加福音 14:22 καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
僕人說、主阿、你所吩咐的已經辦了、還有空座。

路加福音 15:10 οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
我告訴你們、一個罪人悔改、在神的使者面前、也是這樣爲他歡喜。

路加福音 15:14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
旣耗盡了一切所有的、又遇着那地方大遭饑荒、就窮苦起來。

路加福音 16:11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
倘若你們在不義的錢財上不忠心、誰還把那眞實的錢財託付你們呢。

路加福音 16:12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς δώσει ὑμῖν;
倘若你們在別人的東西上不忠心、誰還把你們自己的東西給你們呢。

路加福音 16:22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
後來那討飯的死了、被天使帶去放在亞伯拉罕的懷裏.財主也死了、並且埋葬了。

路加福音 17:11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας.
耶穌往耶路撒冷去、經過撒瑪利亞和加利利。

路加福音 17:14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
耶穌看見、就對他們說、你們去把身體給祭司察看。他們去的時候就潔淨了。

路加福音 17:26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
挪亞的日子怎樣、人子的日子也要怎樣。

路加福音 17:28 ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
又好像羅得的日子.人又喫又喝、又買又賣、又耕種、又蓋造.

路加福音 18:23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα.
他聽見這話、就甚憂愁、因爲他很富足。

路加福音 18:35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
耶穌將近耶利哥的時候、有一個瞎子坐在路旁討飯。

路加福音 19:9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
耶穌說、今天救恩到了這家、因爲他也是亞伯拉罕的子孫。

路加福音 19:15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.
他旣得國回來、就吩咐叫那領銀子的僕人來、要知道他們作生意賺了多少。

路加福音 19:17 καὶ εἶπεν αὐτῷ· Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
主人說、好、良善的僕人.你旣在最小的事上有忠心、可以有權柄管十座城。

路加福音 19:19 εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.
主人說、你也可以管五座城。

路加福音 19:29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν
將近伯法其和伯大尼、在一座山名叫橄欖山那裏.就打發兩個門徒、說、

路加福音 20:1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
有一天耶穌在殿裏教訓百姓、講福音的時候、祭司長和文士並長老上前來、

路加福音 20:14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία·
不料、園戶看見他、就彼此商量說、這是承受產業的.我們殺他罷、使產業歸於我們。

路加福音 20:16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο.
他要來除滅這些園戶、將葡萄園轉給別人.聽見的人說、這是萬不可的。

路加福音 20:17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
耶穌看着他們說、經上記着、『匠人所棄的石頭、已作了房角的頭塊石頭。』這是甚麼意思呢。

路加福音 20:33 ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
這樣、當復活的時候、他是那一個的妻子呢.因爲他們七個人都娶過他。

路加福音 21:7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
他們問他說、夫子、甚麼時候有這事呢.這事將到的時候、有甚麼豫兆呢。

路加福音 21:9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.
你們聽見打仗和擾亂的事、不要驚惶.因爲這些事必須先有.只是末期不能立時就到。

路加福音 21:28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
一有這些事、你們就當挺身昂首.因爲你們得贖的日子近了。

路加福音 21:31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
這樣、你們看見這些事漸漸的成就、也該曉得神的國近了。

路加福音 21:32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
我實在告訴你們、這世代還沒有過去、這些事都要成就。

路加福音 21:36 ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
你們要時時儆醒、常常祈求、使你們能逃避這一切要來的事、得以站立在人子面前。

路加福音 22:14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
時候到了、耶穌坐席、使徒也和他同坐。

路加福音 22:24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
門徒起了爭論、他們中間那一個可算爲大。

路加福音 22:26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν·
但你們不可這樣.你們裏頭爲大的、倒要像年幼的.爲首領的、倒要像服事人的。

路加福音 22:40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
到了那地方、就對他們說、你們要禱告、免得入了迷惑。

路加福音 22:42 λέγων· Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω.
說、父阿、你若願意、就把這杯撤去.然而不要成就我的意思、只要成就你的意思。

路加福音 22:44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
耶穌極其傷痛、禱告更加懇切.汗珠如大血點、滴在地上。

路加福音 22:44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
耶穌極其傷痛、禱告更加懇切.汗珠如大血點、滴在地上。

路加福音 22:66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,
天一亮、民間的衆長老連祭司長帶文士都聚會.把耶穌帶到他們的公會裏、

路加福音 23:8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον.
希律看見耶穌、就很歡喜.因爲聽見過他的事、久已想要見他.並且指望看他行一件神蹟。

路加福音 23:12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς.
從前希律和彼拉多彼此有仇.在那一天就成了朋友。

路加福音 23:19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.
這巴拉巴是因在城裏作亂殺人下在監裏的。

路加福音 23:24 καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·
彼拉多這纔照他們所求的定案.

路加福音 23:31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
這些事旣行在有汁水的樹上、那枯乾的樹、將來怎麼樣呢。

路加福音 23:44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
那時約有午正、徧地都黑暗了、直到申初、

路加福音 23:47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
百夫長看見所成的事、就歸榮耀與神說、這眞是個義人。

路加福音 23:48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.
聚集觀看的衆人、見了這所成的事、都捶着胸回去了。

路加福音 24:4 καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ.
正在猜疑之間、忽然有兩個人站在旁邊.衣服放光。

路加福音 24:5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
婦女們驚怕、將臉伏地.那兩個人就對他們說、爲甚麼在死人中找活人呢。

路加福音 24:12 Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς αὑτὸν θαυμάζων τὸ γεγονός.
彼得起來、跑到墳墓前、低頭往裏看、見細麻布獨在一處、就回去了、心裏希奇所成的事。

← 上一頁 下一頁 →