κάθημαι 坐、坐下、坐著
Strong G2521・動詞・新約出現 91 次・英文:I sit, am seated
中文義項
- 坐;坐下;坐著:坐著的姿勢(86 次)
- 留在;住在;在;落在:停留在某個地方一段時間,往往暗示一種穩定的狀態(5 次)
I sit, am seated, enthroned; I dwell, reside.
字形
- καθήμενος 動詞 現在式 關身語態 分詞 主格 單數 陽性(16 次)
- καθήμενον 動詞 現在式 關身語態 分詞 直接受格 單數 陽性(11 次)
- ἐκάθητο 動詞 未完成式 關身語態 直說語氣 第三人稱 單數(11 次)
- καθημένῳ 動詞 現在式 關身語態 分詞 間接受格 單數 陽性(8 次)
- καθήμενοι 動詞 現在式 關身語態 分詞 主格 複數 陽性(7 次)
- καθημένου 動詞 現在式 關身語態 分詞 所有格 單數 陽性(7 次)
- καθημένους 動詞 現在式 關身語態 分詞 直接受格 複數 陽性(6 次)
- Κάθου 動詞 現在式 關身語態 命令語氣 第二人稱 單數(5 次)
- καθημένοις 動詞 現在式 關身語態 分詞 間接受格 複數 陽性(2 次)
- καθημένοις 動詞 現在式 關身語態 分詞 間接受格 複數 中性(2 次)
- καθῆσθαι 動詞 現在式 關身語態 不定詞(2 次)
- καθήσεσθε 動詞 未來式 關身語態 直說語氣 第二人稱 複數(2 次)
- Καθημένου 動詞 現在式 關身語態 分詞 所有格 單數 陽性(2 次)
- κάθου 動詞 現在式 關身語態 命令語氣 第二人稱 單數(2 次)
- κάθηται 動詞 現在式 關身語態 直說語氣 第三人稱 單數(2 次)
- καθήμεναι 動詞 現在式 關身語態 分詞 主格 複數 陰性(1 次)
- κάθῃ 動詞 現在式 關身語態 直說語氣 第二人稱 單數(1 次)
- καθημένης 動詞 現在式 關身語態 分詞 所有格 單數 陰性(1 次)
- καθημένην 動詞 現在式 關身語態 分詞 直接受格 單數 陰性(1 次)
- Κάθημαι 動詞 現在式 關身語態 直說語氣 第一人稱 單數(1 次)
- καθημένων 動詞 現在式 關身語態 分詞 所有格 複數 陽性(1 次)
出處(第 1 / 2 頁)
馬太福音 4:16 ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
那坐在黑暗裏的百姓、看見了大光、坐在死蔭之地的人、有光發現照着他們。』
馬太福音 4:16 ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
那坐在黑暗裏的百姓、看見了大光、坐在死蔭之地的人、有光發現照着他們。』
馬太福音 9:9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
耶穌從那裏往前走、看見一個人名叫馬太、坐在稅關上、就對他說、你跟從我來.他就起來、跟從了耶穌。
馬太福音 11:16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις
我可用甚麼比這世代呢.好像孩童坐在街市上、招呼同伴、說、
馬太福音 13:1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·
當那一天、耶穌從房子裏出來、坐在海邊。
馬太福音 13:2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
有許多人到他那裏聚集、他只得上船坐下.衆人都站在岸上。
馬太福音 15:29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
耶穌離開那地方、來到靠近加利利的海邊、就上山坐下。
馬太福音 19:28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
耶穌說、我實在告訴你們、你們這跟從我的人、到復興的時候、人子坐在他榮耀的寶座上、你們也要坐在十二個寶座上、審判以色列十二個支派。
馬太福音 20:30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ.
有兩個瞎子坐在路旁、聽說是耶穌經過、就喊着說、主阿、大衞的子孫、可憐我們罷。
馬太福音 22:44 Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου;
『主對我主說、你坐在我的右邊、等我把你仇敵、放在你的脚下。』
馬太福音 23:22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
人指着天起誓、就是指着神的寶座和那坐在上面的起誓。
馬太福音 24:3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος.
耶穌在橄欖山上坐着、門徒暗暗的來說、請告訴我們、甚麼時候有這些事.你降臨和世界的末了、有甚麼豫兆呢。
馬太福音 26:58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
彼得遠遠的跟着耶穌、直到大祭司的院子、進到裏面、就和差役同坐、要看這事到底怎樣。
馬太福音 26:64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
耶穌對他說、你說的是.然而我告訴你們、後來你們要看見人子、坐在那權能者的右邊、駕着天上的雲降臨。
馬太福音 26:69 Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου·
彼得在外面院子裏坐着、有一個使女前來說、你素來也是同那加利利人耶穌一夥的。
馬太福音 27:19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.
正坐堂的時候、他的夫人打發人來說、這義人的事、你一點不可管.因爲我今天在夢中、爲他受了許多的苦。
馬太福音 27:36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
又坐在那裏看守他。
馬太福音 27:61 ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.
有抹大拉的馬利亞、和那個馬利亞在那裏、對着墳墓坐着。
馬太福音 28:2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
忽然地大震動.因爲有主的使者、從天上下來、把石頭輥開、坐在上面。
馬可福音 2:6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
有幾個文士坐在那裏、心裏議論說、
馬可福音 2:14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
耶穌經過的時候、看見亞勒腓的兒子利未、坐在稅關上、就對他說、你跟從我來.他就起來跟從了耶穌。
馬可福音 3:32 καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε.
有許多人在耶穌周圍坐着.他們就告訴他說、看哪、你母親、和你弟兄、在外邊找你。
馬可福音 3:34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
就四面觀看那周圍坐着的人、說、看哪、我的母親、我的弟兄。
馬可福音 4:1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.
耶穌又在海邊教訓人.有許多人到他那裏聚集、他只得上船坐下.船在海裏、衆人都靠近海站在岸上。
馬可福音 5:15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν.
他們來到耶穌那裏、看見那被鬼附着的人、就是從前被羣鬼所附的、坐着、穿上衣服、心裏明白過來.他們就害怕。
馬可福音 10:46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν.
到了耶利哥.耶穌同門徒並許多人出耶利哥的時候、有一個討飯的瞎子、是底買的兒子巴底買、坐在路旁。
馬可福音 12:36 αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ· Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου.
大衞被聖靈感動說、『主對我主說、你坐在我的右邊、等我使你仇敵作你的脚凳。』
馬可福音 13:3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
耶穌在橄欖山上對聖殿而坐.彼得、雅各、約翰和安得烈、暗暗的問他說、
馬可福音 14:62 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
耶穌說、我是.你們必看見人子、坐在那權能者的右邊、駕着天上的雲降臨。
馬可福音 16:5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.
他們進了墳墓、看見一個少年人坐在右邊、穿着白袍.就甚驚恐。
路加福音 1:79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
要照亮坐在黑暗中死蔭裏的人.把我們的脚引到平安的路上。
路加福音 5:17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν.
有一天耶穌教訓人、有法利賽人和教法師在旁邊坐着、他們是從加利利各鄉村和猶太並耶路撒冷來的.主的能力與耶穌同在、使他能醫治病人。
路加福音 5:27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι.
這事以後、耶穌出去、看見一個稅吏、名叫利未、坐在稅關上、就對他說、你跟從我來。
路加福音 7:32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε·
好像孩童坐在街市上、彼此呼叫說、我們向你們吹笛、你們不跳舞、我們向你們舉哀、你們不啼哭。
路加福音 8:35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
衆人出來要看是甚麼事.到了耶穌那裏、看見鬼所離開的那人、坐在耶穌脚前、穿着衣服、心裏明白過來、他們就害怕。
路加福音 10:13 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν.
哥拉汛哪、你有禍了.伯賽大阿、你有禍了.因爲在你們中間所行的異能、若行在推羅西頓、他們早已披麻蒙灰坐在地上悔改了。
路加福音 18:35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
耶穌將近耶利哥的時候、有一個瞎子坐在路旁討飯。
路加福音 20:42 αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου
詩篇上、大衞自己說、『主對我主說、你坐在我的右邊、
路加福音 21:35 ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
因爲那日子要這樣臨到全地上一切居住的人。
路加福音 22:30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
叫你們在我國裏、坐在我的席上喫喝.並且坐在寶座上、審判以色列十二個支派。
路加福音 22:55 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
他們在院子裏生了火、一同坐着.彼得也坐在他們中間。
路加福音 22:56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν·
有一個使女、看見彼得坐在火光裏、就定睛看他、說、這個人素來也是同那人一夥的。
路加福音 22:69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.
從今以後、人子要坐在神權能的右邊。
約翰福音 2:14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους,
看見殿裏有賣牛羊鴿子的、並有兌換銀錢的人、坐在那裏.
約翰福音 6:3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
耶穌上了山、和門徒一同坐在那裏。
約翰福音 9:8 οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
他的鄰舍和那素常見他是討飯的、就說、這不是那從前坐着討飯的人麼。
約翰福音 12:15 Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.
『錫安的民哪、(民原文作女子)不要懼怕、你的王騎着驢駒來了。』
使徒行傳 2:2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι,
忽然從天上有響聲下來、好像一陣大風吹過、充滿了他們所坐的屋子。
使徒行傳 2:34 οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου,
大衞並沒有升到天上、但自己說、『主對我主說、你坐在我的右邊、
使徒行傳 3:10 ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
認得他是那素常坐在殿的美門口求賙濟的.就因他所遇着的事、滿心希奇驚訝。