καθίζω 坐、坐下、坐著
Strong G2523・動詞・新約出現 45 次・英文:I set, make to sit
中文義項
- 坐;坐下;坐著:坐著的姿勢(36 次)
- 使坐下;使就座:使某人坐下或採取坐著的姿勢(6 次)
- 留在;住在;在;落在:停留在某個地方一段時間,往往暗示一種穩定的狀態(3 次)
- 使負責;指派;委任;指定:指派某人擔任一個職位,賦予他凌駕於他人之上的權力(1 次)
- 坐在……的右邊;給予特殊的榮譽:(習語,直譯:使坐在右邊)坐在某人的右邊,表示對這人給予特別的重視或崇高的地位(3 次)
(a) trans: I make to sit; I set, appoint, (b) intrans: I sit down, am seated, stay.
字形
- ἐκάθισεν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 單數(12 次)
- καθίσας 動詞 不定過去式 主動語態 分詞 主格 單數 陽性(10 次)
- καθίσαι 動詞 不定過去式 主動語態 不定詞(6 次)
- ἐκάθισαν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 複數(3 次)
- καθίσαντες 動詞 不定過去式 主動語態 分詞 主格 複數 陽性(2 次)
- Καθίσατε 動詞 不定過去式 主動語態 命令語氣 第二人稱 複數(2 次)
- καθίσαντος 動詞 不定過去式 主動語態 分詞 所有格 單數 陽性(1 次)
- καθίσῃ 動詞 不定過去式 主動語態 假設語氣 第三人稱 單數(1 次)
- καθίσωσιν 動詞 不定過去式 主動語態 假設語氣 第三人稱 複數(1 次)
- καθίσει 動詞 未來式 主動語態 直說語氣 第三人稱 單數(1 次)
- καθίσωμεν 動詞 不定過去式 主動語態 假設語氣 第一人稱 複數(1 次)
- καθίσατε 動詞 不定過去式 主動語態 命令語氣 第二人稱 複數(1 次)
- καθίζετε 動詞 現在式 主動語態 直說語氣 第二人稱 複數(1 次)
- Ἐκάθισεν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 單數(1 次)
- κεκάθικεν 動詞 現在完成式 主動語態 直說語氣 第三人稱 單數(1 次)
- ἐκάθισα 動詞 不定過去式 主動語態 直說語氣 第一人稱 單數(1 次)
出處
馬太福音 5:1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·
耶穌看見這許多的人、就上了山、旣已坐下、門徒到他跟前來。
馬太福音 13:48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
網旣滿了、人就拉上岸來坐下、揀好的收在器具裏、將不好的丟棄了。
馬太福音 19:28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
耶穌說、我實在告訴你們、你們這跟從我的人、到復興的時候、人子坐在他榮耀的寶座上、你們也要坐在十二個寶座上、審判以色列十二個支派。
馬太福音 20:21 ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
耶穌說、你要甚麼呢。他說、願你叫我這兩個兒子在你國裏、一個坐在你右邊、一個坐在你左邊。
馬太福音 20:23 λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
耶穌說、我所喝的杯、你們必要喝.只是坐在我的左右、不是我可以賜的.乃是我父爲誰豫備的、就賜給誰。
馬太福音 23:2 λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
說、文士和法利賽人、坐在摩西的位上.
馬太福音 25:31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·
當人子在他榮耀裏、同着衆天使降臨的時候、要坐在他榮耀的寶座上.
馬太福音 26:36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι.
耶穌同門徒來到一個地方、名叫客西馬尼、就對他們說、你們坐在這裏、等我到那邊去禱告。
馬可福音 9:35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
耶穌坐下、叫十二個門徒來、說、若有人願意作首先的、他必作衆人末後的、作衆人的用人。
馬可福音 10:37 οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.
他們說、賜我們在你的榮耀裏、一個坐在你右邊、一個坐在你左邊。
馬可福音 10:40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
只是坐在我的左右、不是我可以賜的.乃是爲誰豫備的、就賜給誰。
馬可福音 11:2 καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε.
對他們說、你們往對面村子裏去.一進去的時候、必看見一匹驢駒拴在那裏、是從來沒有人騎過的、可以解開牽來。
馬可福音 11:7 καὶ φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ αὐτόν.
他們把驢駒牽到耶穌那裏、把自己的衣服搭在上面、耶穌就騎上。
馬可福音 12:41 Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά·
耶穌對銀庫坐着、看衆人怎樣投錢入庫.有好些財主、往裏投了若干的錢。
馬可福音 14:32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι.
他們來到一個地方、名叫客西馬尼.耶穌對門徒說、你們坐在這裏、等我禱告。
馬可福音 16:19 Ὁ μὲν οὖν κύριος Ἰησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ.
主耶穌和他們說完了話、後來被接到天上、坐在神的右邊。
路加福音 4:20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.
於是把書捲起來、交還執事、就坐下.會堂裏的人都定睛看他。
路加福音 5:3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους.
有一隻船、是西門的、耶穌就上去、請他把船撐開、稍微離岸、就坐下、從船上教訓衆人。
路加福音 14:28 τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
你們那一個要蓋一座樓、不先坐下算計花費、能蓋成不能呢。
路加福音 14:31 ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν;
或是一個王、出去和別的王打仗、豈不先坐下酌量、能用一萬兵、去敵那領二萬兵來攻打他的麼。
路加福音 16:6 ὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· ὁ δὲ εἶπεν αὐτῷ· Δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
他說、一百簍油.(每簍約五十斤)管家說、拿你的帳快坐下寫五十。
路加福音 19:30 λέγων· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε.
你們往對面村子裏去.進去的時候、必看見一匹驢駒拴在那裏、是從來沒有人騎過的.可以解開牽來。
路加福音 24:49 καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
我要將我父所應許的降在你們身上.你們要在城裏等候、直到你們領受從上頭來的能力。
約翰福音 12:14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον·
耶穌得了一個驢駒、就騎上.如經上所記的說、
約翰福音 19:13 Ὁ οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα.
彼拉多聽見這話、就帶耶穌出來、到了一個地方、名叫鋪華石處、希伯來話叫厄巴大、就在那裏坐堂。
使徒行傳 2:3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν,
又有舌頭如火燄顯現出來、分開落在他們各人頭上。
使徒行傳 2:30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ,
大衞旣是先知、又曉得神曾向他起誓、要從他的後裔中、立一位坐在他的寶座上.
使徒行傳 8:31 ὁ δὲ εἶπεν· Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
他說、沒有人指教我、怎能明白呢。於是請腓利上車、與他同坐。
使徒行傳 12:21 τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς·
希律在所定的日子、穿上朝服、坐在位上、對他們講論一番。
使徒行傳 13:14 αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
他們離了別加往前行、來到彼西底的安提阿.在安息日進會堂坐下。
使徒行傳 16:13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
當安息日、我們出城門、到了河邊、知道那裏有一個禱告的地方、我們就坐下對那聚會的婦女講道。
使徒行傳 18:11 ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
保羅在那裏住了一年零六個月、將神的道教訓他們。
使徒行傳 25:6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
非斯都在他們那裏、住了不過十天八天、就下該撒利亞去.第二天坐堂、吩咐將保羅提上來。
使徒行傳 25:17 συνελθόντων οὖν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
及至他們都來到這裏、我就不躭延、第二天便坐堂、吩咐把那人提上來。
哥林多前書 6:4 βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;
旣是這樣、你們若有今生的事當審判、是派教會所輕看的人審判麼。
哥林多前書 10:7 μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν.
也不要拜偶像、像他們有人拜的.如經上所記、『百姓坐下喫喝、起來玩耍。』
以弗所書 1:20 ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
就是照他在基督身上、所運行的大能大力、使他從死裏復活、叫他在天上坐在自己的右邊、
帖撒羅尼迦後書 2:4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός.
他是抵擋主、高抬自己、超過一切稱爲神的、和一切受人敬拜的.甚至坐在神的殿裏、自稱是神。
希伯來書 1:3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, δι’ αὑτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
他是神榮耀所發的光輝、是神本體的眞像、常用他權能的命令托住萬有、他洗淨了人的罪、就坐在高天至大者的右邊.
希伯來書 8:1 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς,
我們所講的事、其中第一要緊的、就是我們有這樣的大祭司、已經坐在天上至大者寶座的右邊、
希伯來書 10:12 οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,
但基督獻了一次永遠的贖罪祭、就在神的右邊坐下了.
希伯來書 12:2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.
仰望爲我們信心創始成終的耶穌.(或作仰望那將眞道創始成終的耶穌)他因那擺在前面的喜樂、就輕看羞辱、忍受了十字架的苦難、便坐在神寶座的右邊。
啟示錄 3:21 ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
得勝的、我要賜他在我寶座上與我同坐、就如我得了勝、在我父的寶座上與他同坐一般。
啟示錄 3:21 ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
得勝的、我要賜他在我寶座上與我同坐、就如我得了勝、在我父的寶座上與他同坐一般。
啟示錄 20:4 Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ’ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ χίλια ἔτη.
我又看見幾個寶座、也有坐在上面的、並有審判的權柄賜給他們.我又看見那些因爲給耶穌作見證、並爲神之道被斬者的靈魂、和那沒有拜過獸與獸像、也沒有在額上和手上受過他印記之人的靈魂.他們都復活了、與基督一同作王一千年。