καθώς 正如、好像、與……相比
Strong G2531・連接詞・新約出現 182 次・英文:just as, as
中文義項
- 到……的程度;正如:符合上下文所指定的程度(12 次)
- 因為;既然;既:表示原因或理由,通常帶有一些隱含的(12 次)
- 正如;好像;與……相比:表示事件和狀態相似,可能暗示某事物與另一事物相符合(160 次)
- 當……;在……的時候:表示一個時間點的標記,這個時間點與另一個時間點同時發生或重疊(1 次)
- 怎樣;如何:表示一個事件,指明某事如何發生(2 次)
according to the manner in which, in the degree that, just as, as.
字形
- καθὼς 連接詞(169 次)
- καθώς 連接詞(10 次)
- Καθὼς 連接詞(3 次)
出處(第 1 / 4 頁)
馬太福音 21:6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς
門徒就照耶穌所吩咐的去行、
馬太福音 26:24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
人子必要去世、正如經上指着他所寫的、但賣人子的人有禍了.那人不生在世上倒好。
馬太福音 28:6 οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο·
他不在這裏、照他所說的、已經復活了.你們來看安放主的地方。
馬可福音 1:2 Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου·
正如先知以賽亞書上記着說、(有古卷無以賽亞三字)『看哪、我要差遣我的使者在你前面、豫備道路.
馬可福音 4:33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·
耶穌用許多這樣的比喻、照他們所能聽的、對他們講道.
馬可福音 9:13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν.
我告訴你們、以利亞已經來了、他們也任意待他、正如經上所指着他的話。
馬可福音 11:6 οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
門徒照着耶穌所說的回答、那些人就任憑他們牽去了。
馬可福音 14:16 καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
門徒出去、進了城、所遇見的、正如耶穌所說的.他們就豫備了逾越節的筵席。
馬可福音 14:21 ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
人子必要去世、正如經上指着他所寫的.但賣人子的人有禍了。那人不生在世上倒好。
馬可福音 15:8 καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.
衆人上去求巡撫、照常例給他們辦。
馬可福音 16:7 ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
你們可以去告訴他的門徒和彼得說、他在你們以先往加利利去.在那裏你們要見他、正如他從前所告訴你們的。
路加福音 1:2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
(併入上節)
路加福音 1:55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
爲要記念亞伯拉罕和他的後裔、施憐憫、直到永遠、正如從前對我們列祖所說的話。
路加福音 1:70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ,
(正如主藉着從創世以來、聖先知的口所說的話。)
路加福音 2:20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
牧羊的人回去了.因所聽見所看見的一切事、正如天使向他們所說的、就歸榮耀與神、讚美他。
路加福音 2:23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται,
(正如主的律法上所記、『凡頭生的男子、必稱聖歸主。』)
路加福音 5:14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
耶穌囑咐他、你切不可告訴人.只要去把身體給祭司察看、又要爲你得了潔淨、照摩西所吩咐的、獻上禮物、對衆人作證據。
路加福音 6:31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.
你們願意人怎樣待你們、你們也要怎樣待人。
路加福音 6:36 γίνεσθε οἰκτίρμονες καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν·
你們要慈悲、像你們的父慈悲一樣。
路加福音 11:1 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.
耶穌在一個地方禱告.禱告完了、有個門徒對他說、求主教導我們禱告、像約翰教導他的門徒。
路加福音 11:30 καθὼς γὰρ ἐγένετο Ἰωνᾶς τοῖς Νινευίταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.
約拿怎樣爲尼尼微人成了神蹟、人子也要照樣爲這世代的人成了神蹟。
路加福音 17:26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
挪亞的日子怎樣、人子的日子也要怎樣。
路加福音 17:28 ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
又好像羅得的日子.人又喫又喝、又買又賣、又耕種、又蓋造.
路加福音 19:32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
打發的人去了、所遇見的、正如耶穌所說的。
路加福音 22:13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
他們去了、所遇見的、正如耶穌所說的.他們就豫備了逾越節的筵席。
路加福音 22:29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,
我將國賜給你們、正如我父賜給我一樣。
路加福音 24:24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
又有我們的幾個人、往墳墓那裏去、所遇見的、正如婦女們所說的、只是沒有看見他。
路加福音 24:39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
你們看我的手、我的脚、就知道實在是我了.摸我看看.魂無骨無肉、你們看我是有的。
約翰福音 1:23 ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
他說、我就是那在曠野有人聲喊着說、修直主的道路、正如先知以賽亞所說的。
約翰福音 3:14 καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,
摩西在曠野怎樣舉蛇、人子也必照樣被舉起來.
約翰福音 5:23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.
叫人都尊敬子如同尊敬父一樣。不尊敬子的、就是不尊敬差子來的父。
約翰福音 5:30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
我憑着自己不能作甚麼.我怎麼聽見、就怎麼審判.我的審判也是公平的.因爲我不求自己的意思、只求那差我來者的意思。
約翰福音 6:31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.
我們的祖宗在曠野喫過嗎哪、如經上寫着說、『他從天上賜下糧來給他們喫。』
約翰福音 6:57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ.
永活的父怎樣差我來、我又因父活着、照樣、喫我肉的人、也要因我活着。
約翰福音 6:58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.
這就是從天上降下來的糧.喫這糧的人、就永遠活着、不像你們的祖宗喫過嗎哪、還是死了。
約翰福音 7:38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
信我的人、就如經上所說、從他腹中要流出活水的江河來。
約翰福音 8:28 εἶπεν οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ.
所以耶穌說、你們舉起人子以後、必知道我是基督、並且知道我沒有一件事、是憑着自己作的.我說這些話、乃是照着父所教訓我的。
約翰福音 10:15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
正如父認識我、我也認識父一樣.並且我爲羊捨命。
約翰福音 12:14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον·
耶穌得了一個驢駒、就騎上.如經上所記的說、
約翰福音 12:50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.
我也知道他的命令就是永生.故此我所講的話、正是照着父對我所說的。
約翰福音 13:15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
我給你們作了榜樣、叫你們照着我向你們所作的去作。
約翰福音 13:33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
小子們、我還有不多的時候、與你們同在.後來你們要找我、但我所去的地方、你們不能到.這話我曾對猶太人說過、如今也照樣對你們說。
約翰福音 13:34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
我賜給你們一條新命令、乃是叫你們彼此相愛.我怎樣愛你們、你們也要怎樣相愛。
約翰福音 14:27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.
我留下平安給你們、我將我的平安賜給你們.我所賜的、不像世人所賜的.你們心裏不要憂愁、也不要膽怯。
約翰福音 14:31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατο μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
但要叫世人知道我愛父、並且父怎樣吩咐我、我就怎樣行。起來、我們走罷。
約翰福音 15:4 μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε.
你們要常在我裏面、我也常在你們裏面。枝子若不常在葡萄樹上、自己就不能結果子.你們若不常在我裏面、也是這樣。
約翰福音 15:9 καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα, μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
我愛你們、正如父愛我一樣.你們要常在我的愛裏。
約翰福音 15:10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
你們若遵守我的命令、就常在我的愛裏.正如我遵守了我父的命令、常在他的愛裏。
約翰福音 15:12 Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς·
你們要彼此相愛、像我愛你們一樣、這就是我的命令。
約翰福音 17:2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.
正如你曾賜給他權柄、管理凡有血氣的、叫他將永生賜給你所賜給他的人。