προσευχή 禱告、祈禱、禱告的地方
Strong G4335・名詞・新約出現 36 次・英文:prayer, a place for prayer
中文義項
- 禱告;祈禱:向上帝說話或祈求的行為(34 次)
- 禱告的地方:(προσεύχομαι「禱告」 的衍生詞)人們通常聚集禱告的地方(2 次)
(a) prayer (to God), (b) a place for prayer (used by Jews, perhaps where there was no synagogue).
字形
- προσευχῇ 名詞 間接受格 單數 陰性(10 次)
- προσευχῆς 名詞 所有格 單數 陰性(6 次)
- προσευχαῖς 名詞 間接受格 複數 陰性(6 次)
- προσευχῶν 名詞 所有格 複數 陰性(5 次)
- προσευχὴ 名詞 主格 單數 陰性(2 次)
- προσευχὴν 名詞 直接受格 單數 陰性(2 次)
- προσευχάς 名詞 直接受格 複數 陰性(2 次)
- προσευχαί 名詞 主格 複數 陰性(1 次)
- προσευχὰς 名詞 直接受格 複數 陰性(1 次)
- προσευχαὶ 名詞 主格 複數 陰性(1 次)
出處
馬太福音 21:13 καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.
對他們說、經上記着說、『我的殿必稱爲禱告的殿.你們倒使他成爲賊窩了。』
馬太福音 21:22 καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.
你們禱告、無論求甚麼、只要信、就必得着。
馬可福音 9:29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ.
耶穌說、非用禱告、(有古卷在此有禁食二字)這一類的鬼、總不能出來。(或作不能趕他出來)
馬可福音 11:17 καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
便教訓他們說、經上不是記着說、『我的殿必稱爲萬國禱告的殿』麼.你們倒使他成爲賊窩了。
路加福音 6:12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ.
那時、耶穌出去上山禱告.整夜禱告神。
路加福音 19:46 λέγων αὐτοῖς· Γέγραπται· Καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
對他們說、經上說、『我的殿、必作禱告的殿。』你們倒使他成爲賊窩了。
路加福音 22:45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,
禱告完了、就起來、到門徒那裏、見他們因爲憂愁都睡着了.
使徒行傳 1:14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
這些人、同着幾個婦人、和耶穌的母親馬利亞、並耶穌的弟兄、都同心合意的恆切禱告。
使徒行傳 2:42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
都恆心遵守使徒的教訓、彼此交接、擘餅、祈禱。
使徒行傳 3:1 Πέτρος δὲ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην,
申初禱告的時候、彼得、約翰、上聖殿去。
使徒行傳 6:4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
但我們要專心以祈禱傳道爲事。
使徒行傳 10:4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ·
哥尼流定睛看他、驚怕說、主阿、甚麼事呢。天使說、你的禱告、和你的賙濟、達到神面前已蒙記念了。
使徒行傳 10:31 καὶ φησί· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ.
說、哥尼流、你的禱告、已蒙垂聽、你的賙濟、達到神面前已蒙記念了。
使徒行傳 12:5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν περὶ αὐτοῦ.
於是彼得被囚在監裏.教會卻爲他切切的禱告神。
使徒行傳 16:13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
當安息日、我們出城門、到了河邊、知道那裏有一個禱告的地方、我們就坐下對那聚會的婦女講道。
使徒行傳 16:16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη·
後來、我們往那禱告的地方去.有一個使女迎着面來、他被巫鬼所附、用法術、叫他主人們大得財利。
羅馬書 1:10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
在禱告之間、常常懇求、或者照神的旨意、終能得平坦的道路往你們那裏去。
羅馬書 12:12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
在指望中要喜樂.在患難中要忍耐。禱告要恆切.
羅馬書 15:30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν,
弟兄們、我藉着我們主耶穌基督、又藉着聖靈的愛、勸你們與我一同竭力、爲我祈求神.
哥林多前書 7:5 μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
夫妻不可彼此虧負、除非兩相情願、暫時分房、爲要專心禱告方可、以後仍要同房、免得撒但趁着你們情不自禁、引誘你們。
以弗所書 1:16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
就爲你們不住的感謝神、禱告的時候、常題到你們.
以弗所書 6:18 διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων,
靠着聖靈、隨時多方禱告祈求、並要在此儆醒不倦、爲衆聖徒祈求、
腓立比書 4:6 μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετ’ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν·
應當一無罣慮、只要凡事藉着禱告、祈求、和感謝、將你們所要的告訴神。
歌羅西書 4:2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,
你們要恆切禱告、在此儆醒感恩.
歌羅西書 4:12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.
有你們那裏的人、作基督耶穌僕人的以巴弗問你們安。他在禱告之間、常爲你們竭力的祈求、願你們在神一切的旨意上、得以完全、信心充足、能站立得穩。
帖撒羅尼迦前書 1:2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως
我們爲你們衆人常常感謝神、禱告的時候題到你們.
提摩太前書 2:1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
我勸你第一要爲萬人懇求、禱告、代求、祝謝.
提摩太前書 5:5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας·
那獨居無靠眞爲寡婦的、是仰賴神、晝夜不住的祈求禱告。
腓利門書 1:4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
我禱告的時候題到你、常爲你感謝我的神.
腓利門書 1:22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
此外你還要給我豫備住處、因爲我盼望藉着你們的禱告、必蒙恩到你們那裏去。
雅各書 5:17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
以利亞與我們是一樣性情的人、他懇切禱告、求不要下雨、雨就三年零六個月不下在地上。
彼得前書 3:7 Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
你們作丈夫的、也要按情理和妻子同住.(情理原文作知識)因他比你輭弱、(比你輭弱原文作是輭弱的器皿)與你一同承受生命之恩的、所以要敬重他.這樣便叫你們的禱告沒有阻礙。
彼得前書 4:7 Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·
萬物的結局近了.所以你們要謹愼自守、儆醒禱告。
啟示錄 5:8 καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·
他旣拿了書卷、四活物和二十四位長老、就俯伏在羔羊面前、各拿着琴、和盛滿了香的金爐.這香就是衆聖徒的祈禱。
啟示錄 8:3 Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
另有一位天使拿着金香爐、來站在祭壇旁邊.有許多香賜給他、要和衆聖徒的祈禱一同獻在寶座前的金壇上。
啟示錄 8:4 καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
那香的煙、和衆聖徒的祈禱、從天使的手中一同升到神面前。