φυλάσσω 嚴密看守、遵守、遵行誡命

Strong G5442・動詞・新約出現 31 次・英文:I keep, guard, observe

中文義項

  1. 嚴密看守:嚴密地看管某人或某物(19 次)
  2. 遵守;遵行誡命;服從:繼續遵守命令或吩咐(11 次)
  3. 小心不要做;竭力避免;認真躲避:竭力使自己不去做某事(3 次)
  4. 防範;把守;看守:對可能發生的事件有所防備(1 次)

(a) I guard, protect; mid: I am on my guard, (b) act. and mid. of customs and regulations: I keep, observe.

字形

出處

馬太福音 19:20 λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφύλαξα· τί ἔτι ὑστερῶ;
那少年人說、這一切我都遵守了.還缺少甚麼呢。

馬可福音 10:20 ὁ δὲ ἔφη αὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
他對耶穌說、夫子、這一切我從小都遵守了。

路加福音 2:8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
在伯利恆之野地裏有牧羊的人、夜間按着更次看守羊羣。

路加福音 8:29 παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
是因耶穌曾吩咐汚鬼從那人身上出來.原來這鬼屢次抓住他、他常被人看守、又被鐵鍊和脚鐐捆鎖、他竟把鎖鍊掙斷、被鬼趕到曠野去。

路加福音 11:21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·
壯士披掛整齊、看守自己的住宅、他所有的都平安無事.

路加福音 11:28 αὐτὸς δὲ εἶπεν· Μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες.
耶穌說、是、卻還不如聽神之道而遵守的人有福。

路加福音 12:15 εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.
於是對衆人說、你們要謹愼自守、免去一切的貪心.因爲人的生命、不在乎家道豐富。

路加福音 18:21 ὁ δὲ εἶπεν· Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος μου.
那人說、這一切我從小都遵守了。

約翰福音 12:25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
愛惜自己生命的、就失喪生命.在這世上恨惡自己生命的、就要保守生命到永生。

約翰福音 12:47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ’ ἵνα σώσω τὸν κόσμον.
若有人聽見我的話不遵守、我不審判他.我來本不是要審判世界、乃是要拯救世界。

約翰福音 17:12 ὅτε ἤμην μετ’ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.
我與他們同在的時候、因你所賜給我的名、保守了他們、我也護衞了他們、其中除了那滅亡之子、沒有一個滅亡的.好叫經上的話得應驗。

使徒行傳 7:53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
你們受了天使所傳的律法、竟不遵守

使徒行傳 12:4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
希律拿了彼得收在監裏、交付四班兵丁看守、每班四個人、意思要在逾越節後、把他提出來、當着百姓辦他.

使徒行傳 16:4 ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις.
他們經過各城、把耶路撒冷使徒和長老所定的條規、交給門徒遵守。

使徒行傳 21:24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ’ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον.
你帶他們去、與他們一同行潔淨的禮、替他們拿出規費、叫他們得以剃頭.這樣、衆人就可知道、先前所聽見你的事都是虛的.並可知道、你自己爲人、循規蹈矩、遵行律法。

使徒行傳 21:25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἀπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
至於信主的外邦人、我們已經寫信擬定、叫他們謹忌那祭偶像之物、和血、並勒死的牲畜、與姦淫。

使徒行傳 22:20 καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
並且你的見證人司提反、被害流血的時候、我也站在旁邊歡喜.又看守害死他之人的衣裳。

使徒行傳 23:35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν.
就說、等告你的人來到、我要細聽你的事、便吩咐人把他看守在希律的衙門裏。

使徒行傳 28:16 Ὅτε δὲ εἰσήλθομεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθ’ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
進了羅馬城、(有古卷在此有百夫長把衆囚犯交給御營的統領惟有)保羅蒙准、和一個看守他的兵、另住在一處。

羅馬書 2:26 ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;
所以那未受割禮的、若遵守律法的條例、他雖然未受割禮、豈不算是有割禮麼。

加拉太書 6:13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
他們那些受割禮的、連自己也不守律法.他們願意你們受割禮、不過要藉着你們的肉體誇口。

帖撒羅尼迦後書 3:3 πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.
但主是信實的、要堅固你們、保護你們脫離那惡者(或作脫離凶惡)。

提摩太前書 5:21 διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
我在神和基督耶穌並蒙揀選的天使面前囑咐你、要遵守這些話、不可存成見、行事也不可有偏心。

提摩太前書 6:20 Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,
提摩太阿、你要保守所託付你的、躱避世俗的虛談、和那敵眞道似是而非的學問。

提摩太後書 1:12 δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
爲這緣故、我也受這些苦難.然而我不以爲恥.因爲知道我所信的是誰、也深信他能保全我所交付他的、(或作他所交託我的)直到那日。

提摩太後書 1:14 τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
從前所交託你的善道、你要靠着那住在我們裏面的聖靈、牢牢的守着。

提摩太後書 4:15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.
你也要防備他.因爲他極力敵擋了我們的話。

彼得後書 2:5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας,
神也沒有寬容上古的世代、曾叫洪水臨到那不敬虔的世代、卻保護了傳義道的挪亞一家八口.

彼得後書 3:17 ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ,
親愛的弟兄阿、你們旣然豫先知道這事、就當防備、恐怕被惡人的錯謬誘惑、就從自己堅固的地步上墜落。

約翰一書 5:21 Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων.
小子們哪、你們要自守、遠避偶像。

猶大書 1:24 Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει
那能保守你們不失脚、叫你們無瑕無疵、歡歡喜喜站在他榮耀之前的、我們的救主獨一的神、