ἅπας 所有、每個、各樣

Strong G537・形容詞・新約出現 32 次・英文:all, the whole

中文義項

  1. 所有;每個;各樣;全部:任何物品、物質、集合或延伸的總體(34 次)

all, the whole, altogether.

字形

出處

馬太福音 6:32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
這都是外邦人所求的.你們需用的這一切東西、你們的天父是知道的。

馬太福音 24:39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
不知不覺洪水來了、把他們全都沖去.人子降臨也要這樣。

馬太福音 28:11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
他們去的時候、看守的兵、有幾個進城去、將所經歷的事、都報給祭司長。

馬可福音 1:27 καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; διδαχὴ καινή· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.
衆人都驚訝、以致彼此對問說、這是甚麼事、是個新道理阿.他用權柄吩咐汚鬼、連汚鬼也聽從了他。

馬可福音 8:25 εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα.
隨後又按手在他眼睛上、他定睛一看、就復了原、樣樣都看得清楚了。

馬可福音 11:32 ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν.
若說從人間來、卻又怕百姓.因爲衆人眞以約翰爲先知。

馬可福音 16:15 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.
他又對他們說、你們往普天下去、傳福音給萬民聽。(萬民原文作凡受造的)

路加福音 3:21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
衆百姓都受了洗、耶穌也受了洗、正禱告的時候、天就開了、

路加福音 4:6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν·
對他說、這一切權柄榮華、我都要給你.因爲這原是交付我的、我願意給誰就給誰。

路加福音 4:40 Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς.
日落的時候、凡有病人的、不論害甚麼病、都帶到耶穌那裏.耶穌按手在他們各人身上、醫好他們。

路加福音 5:26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
衆人都驚奇、也歸榮耀與神、並且滿心懼怕、說、我們今日看見非常的事了。

路加福音 8:37 καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν.
格拉森四圍的人、因爲害怕得很、都求耶穌離開他們.耶穌就上船回去了。

路加福音 9:15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας.
門徒就如此行、叫衆人都坐下。

路加福音 19:37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,
將近耶路撒冷、正下橄欖山的時候、衆門徒因所見過的一切異能、都歡樂起來、大聲讚美神、

路加福音 19:48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
但尋不出法子來、因爲百姓都側耳聽他。

路加福音 20:6 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι·
若說從人間來、百姓都要用石頭打死我們.因爲他們信約翰是先知。

路加福音 21:15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
因爲我必賜你們口才智慧、是你們一切敵人所敵不住、駁不倒的。

路加福音 23:1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
衆人都起來、把耶穌解到彼拉多面前。

約翰福音 4:25 λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
婦人說、我知道彌賽亞、(就是那稱爲基督的)要來.他來了、必將一切的事都告訴我們。

使徒行傳 2:44 πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά,
信的人都在一處、凡物公用.

使徒行傳 4:31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ ἁγίου πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
禱告完了、聚會的地方震動.他們就都被聖靈充滿、放膽講論神的道。

使徒行傳 5:12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶντος·
主藉使徒的手、在民間行了許多神蹟奇事、(他們(或作信的人)都同心合意的在所羅門的廊下。

使徒行傳 5:16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
還有許多人、帶着病人、和被汚鬼纏磨的、從耶路撒冷四圍的城邑來、全都得了醫治。

使徒行傳 10:8 καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
把這事都述說給他們聽、就打發他們往約帕去。

使徒行傳 11:10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
這樣一連三次、就都收回天上去了。

使徒行傳 16:3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.
保羅要帶他同去、只因那些地方的猶太人、都知道他父親是希利尼人、就給他行了割禮。

使徒行傳 16:28 ἐφώνησεν δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
保羅大聲呼叫說、不要傷害自己、我們都在這裏。

使徒行傳 25:24 καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι.
非斯都說、亞基帕王、和在這裏的諸位阿、你們看這人、就是一切猶太人在耶路撒冷、和這裏、曾向我懇求、呼叫說、不可容他再活着。

使徒行傳 27:33 Ἄχρι δὲ οὗ ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι·
天漸亮的時候、保羅勸衆人都喫飯、說、你們懸望忍餓不喫甚麼、已經十四天了。

以弗所書 6:13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
所以要拿起神所賜的全副軍裝、好在磨難的日子、抵擋仇敵、並且成就了一切、還能站立得住。

提摩太前書 1:16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.
然而我蒙了憐憫、是因耶穌基督要在我這罪魁身上、顯明他一切的忍耐、給後來信他得永生的人作榜樣。

雅各書 3:2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
原來我們在許多事上都有過失.若有人在話語上沒有過失、他就是完全人、也能勒住自己的全身。