ἐγγίζω 靠近、走近、接近
Strong G1448・動詞・新約出現 42 次・英文:I come near, approach
中文義項
- 靠近;走近;接近:走近參考點(26 次)
- 接近;將近;臨近;就要來臨:一個時間點發生的事件靠近接下來的一個時間點(16 次)
trans: I bring near; intrans: I come near, approach.
字形
- ἤγγικεν 動詞 現在完成式 主動語態 直說語氣 第三人稱 單數(12 次)
- ἤγγισεν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 單數(7 次)
- Ἤγγικεν 動詞 現在完成式 主動語態 直說語氣 第三人稱 單數(2 次)
- ἤγγισαν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 複數(2 次)
- ἐγγίζει 動詞 現在式 主動語態 直說語氣 第三人稱 單數(2 次)
- ἐγγίζειν 動詞 現在式 主動語態 不定詞(2 次)
- ἐγγίσας 動詞 不定過去式 主動語態 分詞 主格 單數 陽性(2 次)
- ἐγγίζουσιν 動詞 現在式 主動語態 直說語氣 第三人稱 複數(1 次)
- ἐγγίζοντες 動詞 現在式 主動語態 分詞 主格 複數 陽性(1 次)
- ἐγγίσαντος 動詞 不定過去式 主動語態 分詞 所有格 單數 陽性(1 次)
- ἐγγίζοντος 動詞 現在式 主動語態 分詞 所有格 單數 陽性(1 次)
- Ἤγγιζεν 動詞 未完成式 主動語態 直說語氣 第三人稱 單數(1 次)
- ἤγγιζεν 動詞 未完成式 主動語態 直說語氣 第三人稱 單數(1 次)
- ἐγγιζόντων 動詞 現在式 主動語態 分詞 所有格 複數 陽性(1 次)
- ἐγγίζοντι 動詞 現在式 主動語態 分詞 間接受格 單數 陽性(1 次)
- ἐγγίσαι 動詞 不定過去式 主動語態 不定詞(1 次)
- ἐγγίζομεν 動詞 現在式 主動語態 直說語氣 第一人稱 複數(1 次)
- ἐγγίζουσαν 動詞 現在式 主動語態 分詞 直接受格 單數 陰性(1 次)
- ἐγγίσατε 動詞 不定過去式 主動語態 命令語氣 第二人稱 複數(1 次)
- ἐγγιεῖ 動詞 未來式 主動語態 直說語氣 第三人稱 單數(1 次)
出處
馬太福音 3:2 καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
天國近了、你們應當悔改。
馬太福音 4:17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
從那時候耶穌就傳起道來、說、天國近了、你們應當悔改。
馬太福音 10:7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
隨走隨傳、說、天國近了。
馬太福音 21:1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
耶穌和門徒將近耶路撒冷、到了伯法其在橄欖山那裏.
馬太福音 21:34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
收果子的時候近了、就打發僕人、到園戶那裏去收果子。
馬太福音 26:45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
於是來到門徒那裏、對他們說、現在你們仍然睡覺安歇罷。(罷或作麼)時候到了、人子被賣在罪人手裏了。
馬太福音 26:46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
起來、我們走罷.看哪、賣我的人近了。
馬可福音 1:15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
說、日期滿了、神的國近了.你們當悔改、信福音。
馬可福音 11:1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
耶穌和門徒將近耶路撒冷、到了伯法其和伯大尼、在橄欖山那裏.耶穌就打發兩個門徒、
馬可福音 14:42 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.
起來、我們走罷.看哪、那賣我的人近了。
路加福音 7:12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
將近城門、有一個死人被抬出來.這人是他母親獨生的兒子、他母親又是寡婦.有城裏的許多人同着寡婦送殯。
路加福音 10:9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
要醫治那城裏的病人、對他們說、神的國臨近你們了。
路加福音 10:11 Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ.
說、就是你們城裏的塵土、粘在我們的脚上、我們也當着你們擦去.雖然如此、你們該知道神的國臨近了。
路加福音 12:33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
你們要變賣所有的、賙濟人.爲自己豫備永不壞的錢囊、用不盡的財寶在天上、就是賊不能近、蟲不能蛀的地方。
路加福音 15:1 Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
衆稅吏和罪人、都挨近耶穌要聽他講道。
路加福音 15:25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν,
那時、大兒子正在田裏.他回來離家不遠、聽見作樂跳舞的聲音.
路加福音 18:35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
耶穌將近耶利哥的時候、有一個瞎子坐在路旁討飯。
路加福音 18:40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν·
耶穌站住、吩咐把他領過來.到了跟前、就問他說、
路加福音 19:29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν
將近伯法其和伯大尼、在一座山名叫橄欖山那裏.就打發兩個門徒、說、
路加福音 19:37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,
將近耶路撒冷、正下橄欖山的時候、衆門徒因所見過的一切異能、都歡樂起來、大聲讚美神、
路加福音 19:41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ αὐτήν,
耶穌快到耶路撒冷看見城、就爲他哀哭、
路加福音 21:8 ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
耶穌說、你們要謹愼、不要受迷惑.因爲將來有好些人冒我的名來、說、我是基督.又說、時候近了.你們不要跟從他們。
路加福音 21:20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
你們看見耶路撒冷被兵圍困、就可知道他.成荒塲的日子近了。
路加福音 21:28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
一有這些事、你們就當挺身昂首.因爲你們得贖的日子近了。
路加福音 22:1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα.
除酵節、又名逾越節、近了。
路加福音 22:47 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
說話之間來了許多人、那十二個門徒裏名叫猶大的、走在前頭、就近耶穌、要與他親嘴。
路加福音 24:15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς,
正談論相問的時候、耶穌親自就近他們、和他們同行。
路加福音 24:28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι.
將近他們所去的村子、耶穌好像還要往前行。
使徒行傳 7:17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
及至神應許亞伯拉罕的日期將到、以色列民在埃及興盛衆多、
使徒行傳 9:3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ,
掃羅行路、將到大馬色、忽然從天上發光、四面照着他.
使徒行傳 10:9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
第二天、他們行路將近那城、彼得約在午正、上房頂去禱告.
使徒行傳 21:33 τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς.
於是千夫長上前拿住他、吩咐用兩條鐵鍊捆鎖.又問他是甚麼人、作的是甚麼事。
使徒行傳 22:6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
我將到大馬色、正走的時候、約在晌午、忽然從天上發大光、四面照着我。
使徒行傳 23:15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
現在你們和公會要知會千夫長、叫他帶下保羅到你們這裏來、假作要詳細察考他的事.我們已經豫備好了、不等他來到跟前就殺他。
羅馬書 13:12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποβαλώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.
黑夜已深、白晝將近.我們就當脫去暗昧的行爲、帶上光明的兵器。
腓立比書 2:30 ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν, παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
因他爲作基督的工夫、幾乎至死、不顧性命、要補足你們供給我的不及之處。
希伯來書 7:19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ θεῷ.
(律法原來一無所成)就引進了更美的指望、靠這指望我們便可以進到神面前。
希伯來書 10:25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
你們不可停止聚會、好像那些停止慣了的人、倒要彼此勸勉.旣知道(原文作看見)那日子臨近、就更當如此。
雅各書 4:8 ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
你們親近神、神就必親近你們。有罪的人哪、要潔淨你們的手。心懷二意的人哪、要清潔你們的心。
雅各書 4:8 ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
你們親近神、神就必親近你們。有罪的人哪、要潔淨你們的手。心懷二意的人哪、要清潔你們的心。
雅各書 5:8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.
你們也當忍耐、堅固你們的心.因爲主來的日子近了。
彼得前書 4:7 Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·
萬物的結局近了.所以你們要謹愼自守、儆醒禱告。