Βαρναβᾶς 巴拿巴、《思》巴爾納伯

Strong G921・名詞・新約出現 28 次・英文:Barnabas

中文義項

  1. 巴拿巴;《思》巴爾納伯:原名約瑟,塞浦路斯的利未人,是保羅最早期的傳道同工(28 次)

Barnabas, a Cypriote Jew, uncle of John Mark; his other name was Joseph.

字形

出處

使徒行傳 4:36 Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,
有一個利未人、生在居比路、名叫約瑟、使徒稱他爲巴拿巴。(巴拿巴繙出來、就是勸慰子)

使徒行傳 9:27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.
惟有巴拿巴接待他、領去見使徒、把他在路上怎麼看見主、主怎麼向他說話、他在大馬色、怎麼奉耶穌的名放膽傳道、都述說出來。

使徒行傳 11:22 ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως Ἀντιοχείας·
這風聲傳到耶路撒冷教會人的耳中、他們就打發巴拿巴出去、走到安提阿爲止.

使徒行傳 11:30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
他們就這樣行、把捐項託巴拿巴和掃羅、送到衆長老那裏。

使徒行傳 12:25 Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν, εἰς Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.
巴拿巴和掃羅、辦完了他們供給的事、就從耶路撒冷回來、帶着稱呼馬可的約翰同去。

使徒行傳 13:1 Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.
在安提阿的教會中、有幾位先知和教師、就是巴拿巴、和稱呼尼結的西面、古利奈人路求、與分封之王希律同養的馬念、並掃羅。

使徒行傳 13:2 λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
他們事奉主、禁食的時候、聖靈說、要爲我分派巴拿巴和掃羅、去作我召他們所作的工。

使徒行傳 13:7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ·
這人常和方伯士求保羅同在、士求保羅是個通達人.他請了巴拿巴和掃羅來、要聽神的道。

使徒行傳 13:43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον· αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ.
散會以後、猶太人和敬虔進猶太教的人、多有跟從保羅、巴拿巴的、二人對他們講道、勸他們務要恆久在神的恩中。

使徒行傳 13:46 παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη·
保羅和巴拿巴放膽說、神的道先講給你們、原是應當的、只因你們棄絕這道、斷定自己不配得永生、我們就轉向外邦人去。

使徒行傳 13:50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
但猶太人挑唆虔敬尊貴的婦女、和城內有名望的人、逼迫保羅、巴拿巴、將他們趕出境外。

使徒行傳 14:12 ἐκάλουν τε τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
於是稱巴拿巴爲丟斯、稱保羅爲希耳米、因爲他說話領首。

使徒行傳 14:14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
巴拿巴、保羅、二使徒聽見、就撕開衣裳、跳進衆人中間、喊着說、

使徒行傳 14:20 κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
門徒正圍着他、他就起來、走進城去.第二天、同巴拿巴往特庇去、

使徒行傳 15:2 γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
保羅巴拿巴與他們大大的分爭辯論、衆門徒就定規、叫保羅巴拿巴和本會中幾個人、爲所辯論的、上耶路撒冷去、見使徒和長老。

使徒行傳 15:2 γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
保羅巴拿巴與他們大大的分爭辯論、衆門徒就定規、叫保羅巴拿巴和本會中幾個人、爲所辯論的、上耶路撒冷去、見使徒和長老。

使徒行傳 15:12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν.
衆人都默默無聲、聽巴拿巴和保羅、述說神藉他們在外邦人中所行的神蹟奇事。

使徒行傳 15:22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
那時、使徒和長老並全教會、定意從他們中間揀選人、差他們和保羅、巴拿巴、同往安提阿去.所揀選的、就是稱呼巴撒巴的猶大、和西拉、這兩個人在弟兄中是作首領的。

使徒行傳 15:25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
所以我們同心定意、揀選幾個人、差他們同我們所親愛的巴拿巴、和保羅、往你們那裏去。

使徒行傳 15:35 Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
但保羅和巴拿巴、仍住在安提阿、和許多別人一同教訓人、傳主的道。

使徒行傳 15:36 Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρναβᾶν Παῦλος· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
過了些日子、保羅對巴拿巴說、我們可以回到從前宣傳主道的各城、看望弟兄們景况如何。

使徒行傳 15:37 Βαρναβᾶς δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·
巴拿巴有意、要帶稱呼馬可的約翰同去.

使徒行傳 15:39 ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον,
於是二人起了爭論、甚至彼此分開.巴拿巴帶着馬可、坐船往居比路去.

哥林多前書 9:6 ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι;
獨有我與巴拿巴沒有權柄不作工麼。

加拉太書 2:1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ συμπαραλαβὼν καὶ Τίτον·
過了十四年、我同巴拿巴又上耶路撒冷去、並帶着提多同去。

加拉太書 2:9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
又知道所賜給我的恩典、那稱爲教會柱石的雅各、磯法、約翰、就向我和巴拿巴用右手行相交之禮、叫我們往外邦人那裏去、他們往受割禮的人那裏去.

加拉太書 2:13 καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
其餘的猶太人、也都隨着他裝假.甚至連巴拿巴也隨夥裝假。

歌羅西書 4:10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν),
與我一同坐監的亞里達古問你們安。巴拿巴的表弟馬可也問你們安。(說到這馬可、你們已經受了吩咐.他若到了你們那裏、你們就接待他。)