δυνατός 可能、能行、能夠
Strong G1415・形容詞・新約出現 32 次・英文:powerful, able, possible
中文義項
- 可能;能行:表示有可能,暗示具有改變或控制環境的力量或能力(13 次)
- 能夠;可以:(δύναμις「能力」 的衍生詞)有能力執行某種功能(13 次)
- 特別勝任;精通;很有能力:在執行某種功能方面有特殊的能力(5 次)
- 那有權能的;全能者;大能的上帝:(上帝的稱謂,直譯:有能力的那位)有能力做任何事的那位(1 次)
- 重要的;有影響力的:重要人士,基於他們的權力或影響力(1 次)
(a) of persons: powerful, able, (b) of things: possible.
字形
- δυνατὸς 形容詞 主格 單數 陽性(8 次)
- δυνατὸν 形容詞 主格 單數 中性(5 次)
- δυνατός 形容詞 主格 單數 陽性(5 次)
- δυνατὰ 形容詞 主格 複數 中性(4 次)
- δυνατόν 形容詞 主格 單數 中性(3 次)
- δυνατοὶ 形容詞 主格 複數 陽性(3 次)
- δυνατά 形容詞 主格 複數 中性(2 次)
- δυνατὸν 形容詞 直接受格 單數 中性(1 次)
- δυνατοί 形容詞 主格 複數 陽性(1 次)
出處
馬太福音 19:26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
耶穌看着他們說、在人這是不能的.在神凡事都能。
馬太福音 24:24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς·
因爲假基督、假先知、將要起來、顯大神蹟、大奇事.倘若能行、連選民也就迷惑了。
馬太福音 26:39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ.
他就稍往前走、俯伏在地、禱告說、我父阿、倘若可行、求你叫這杯離開我.然而不要照我的意思、只要照你的意思。
馬可福音 9:23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι.
耶穌對他說、你若能信、在信的人、凡事都能。
馬可福音 10:27 ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ’ οὐ παρὰ θεῷ, πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ.
耶穌看着他們說、在人是不能、在神卻不然.因爲神凡事都能。
馬可福音 13:22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς·
因爲假基督、假先知、將要起來、顯神蹟奇事.倘若能行、就把選民迷惑了。
馬可福音 14:35 καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα,
他就稍往前走、俯伏在地禱告說、倘若可行、便叫那時候過去。
馬可福音 14:36 καὶ ἔλεγεν· Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.
他說、阿爸、父阿、在你凡事都能.求你將這杯撤去.然而不要從我的意思、只要從你的意思。
路加福音 1:49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
那有權能的爲我成就了大事.他的名爲聖。
路加福音 14:31 ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν;
或是一個王、出去和別的王打仗、豈不先坐下酌量、能用一萬兵、去敵那領二萬兵來攻打他的麼。
路加福音 18:27 ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν.
耶穌說、在人所不能的事、在神卻能。
路加福音 24:19 καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
耶穌說、甚麼事呢.他們說、就是拿撒勒人耶穌的事.他是個先知、在神和衆百姓面前、說話行事都有大能。
使徒行傳 2:24 ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ·
神卻將死的痛苦解釋了、叫他復活.因爲他原不能被死拘禁。
使徒行傳 7:22 καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
摩西學了埃及人一切的學問、說話行事、都有才能。
使徒行傳 11:17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
神旣然給他們恩賜、像在我們信主耶穌基督的時候、給了我們一樣、我是誰、能攔阻神呢。
使徒行傳 18:24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
有一個猶太人、名叫亞波羅、來到以弗所.他生在亞力山太、是有學問的、最能講解聖經。(學問或作口才)
使徒行傳 20:16 κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
乃因保羅早已定意越過以弗所、免得在亞西亞躭延.他急忙前走、巴不得趕五旬節能到耶路撒冷。
使徒行傳 25:5 Οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
又說、你們中間有權勢的人、與我一同下去、那人若有甚麼不是、就可以告他。
羅馬書 4:21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι.
且滿心相信、神所應許的必能作成.
羅馬書 9:22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,
倘若神要顯明他的忿怒、彰顯他的權能、就多多忍耐寬容那可怒豫備遭毀滅的器皿.
羅馬書 11:23 κἀκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς.
而且他們若不是長久不信、仍要被接上.因爲神能彀把他們從新接上。
羅馬書 12:18 εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες·
若是能行、總要盡力與衆人和睦。
羅馬書 15:1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
我們堅固的人、應該擔代不堅固人的輭弱、不求自己的喜悅。
哥林多前書 1:26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς·
弟兄們哪、可見你們蒙召的、按着肉體有智慧的不多、有能力的不多、有尊貴的也不多.
哥林多後書 10:4 τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων— λογισμοὺς καθαιροῦντες
我們爭戰的兵器、本不是屬血氣的、乃是在神面前有能力、可以攻破堅固的營壘、
哥林多後書 12:10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
我爲基督的緣故、就以輭弱、凌辱、急難、逼迫、困苦、爲可喜樂的.因我甚麼時候輭弱、甚麼時候就剛強了。
哥林多後書 13:9 χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
卽使我們輭弱、你們剛強、我們也歡喜.並且我們所求的、就是你們作完全人。
加拉太書 4:15 ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι.
你們當日所誇的福氣在哪裏呢.那時你們若能行、就是把自己的眼睛剜出來給我、也都情願.這是我可以給你們作見證的。
提摩太後書 1:12 δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
爲這緣故、我也受這些苦難.然而我不以爲恥.因爲知道我所信的是誰、也深信他能保全我所交付他的、(或作他所交託我的)直到那日。
提多書 1:9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
堅守所教眞實的道理、就能將純正的教訓勸化人.又能把爭辯的人駁倒了。
希伯來書 11:19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
他以爲神還能叫人從死裏復活.他也彷彿從死中得回他的兒子來。
雅各書 3:2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
原來我們在許多事上都有過失.若有人在話語上沒有過失、他就是完全人、也能勒住自己的全身。