μέν 一方面……但另一方面、那麼、的確

Strong G3303・連接詞・新約出現 178 次・英文:truly, indeed

中文義項

  1. 固然;的確;(但通常不翻譯):用於標記語段中的連接(32 次)
  2. 那麼;的確;(或通常不翻譯,但可能反映在語序中):表示相對較弱的強調(34 次)
  3. 一些……另一些;首先……其次:表示兩個或多個項目,這些項目具有附加相關和主題平行的特點(22 次)
  4. 一方面……但另一方面:表示一組互相對比的項目(84 次)
  5. 一方面……但另一方面:表示一組互相對比的項目(2 次)
  6. 一方面……但另一方面:表示一組互相對比的項目(1 次)

an untranslatable particle, generally answered by "de", each of the two introducing a clause intended to be contrasted with the other.

字形

出處(第 4 / 4 頁)

提摩太後書 4:4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
並且掩耳不聽眞道、偏向荒渺的言語。

希伯來書 1:7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
論到使者、又說、『神以風爲使者、以火燄爲僕役。』

希伯來書 3:5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
摩西爲僕人、在神的全家誠然盡忠、爲要證明將來必傳說的事.

希伯來書 7:2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
亞伯拉罕也將自己所得來的、取十分之一給他.他頭一個名繙出來、就是仁義王、他又名撒冷王、就是平安王的意思.

希伯來書 7:5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ’ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
那得祭司職任的利未子孫、領命照例向百姓取十分之一、這百姓是自己的弟兄、雖是從亞伯拉罕身中生的、(身原文作腰)還是照例取十分之一.

希伯來書 7:8 καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
在這裏收十分之一的都是必死的人.但在那裏收十分之一的、有爲他作見證的說、他是活的。

希伯來書 7:11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ’ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
從前百姓在利未人祭司職任以下受律法、倘若藉這職任能得完全、又何用另外興起一位祭司、照麥基洗德的等次、不照亞倫的等次呢。

希伯來書 7:18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,
先前的條例、因輭弱無益、所以廢掉了.

希伯來書 7:20 Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας (οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
再者、耶穌爲祭司、並不是不起誓立的。

希伯來書 7:23 Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
那些成爲祭司的、數目本來多、是因爲有死阻隔不能長久.

希伯來書 8:4 εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα·
他若在地上、必不得爲祭司、因爲已經有照律法獻禮物的祭司。

希伯來書 9:1 Εἶχε μὲν οὖν ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν.
原來前約有禮拜的條例、和屬世界的聖幕。

希伯來書 9:6 Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,
這些物件旣如此豫備齊了、衆祭司就常進頭一層帳幕、行拜神的禮.

希伯來書 9:23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.
照着天上樣式作的物件、必須用這些祭物去潔淨.但那天上的本物、自然當用更美的祭物去潔淨。

希伯來書 10:11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ’ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας.
凡祭司天天站着事奉神、屢次獻上一樣的祭物.這祭物永不能除罪。

希伯來書 10:33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες·
一面被毀謗、遭患難、成了戲景、叫衆人觀看.一面陪伴那些受這樣苦難的人。

希伯來書 11:15 καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν ἀφ’ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
他們若想念所離開的家鄉、還有可以回去的機會。

希伯來書 12:9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
再者、我們曾有生身的父管教我們、我們尚且敬重他、何况萬靈的父、我們豈不更當順服他得生麼。

希伯來書 12:10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
生身的父都是暫隨己意管教我們.惟有萬靈的父管教我們、是要我們得益處、使我們在他的聖潔上有分。

希伯來書 12:11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
凡管教的事、當時不覺得快樂、反覺得愁苦.後來卻爲那經練過的人、結出平安的果子、就是義.

雅各書 3:17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος·
惟獨從上頭來的智慧、先是清潔、後是和平、溫良柔順、滿有憐憫、多結善果、沒有偏見、沒有假冒。

彼得前書 1:20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς
基督在創世以前、是豫先被神知道的、卻在這末世、纔爲你們顯現.

彼得前書 2:4 Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον
主乃活石.固然是被人所棄的、卻是被神所揀選所寶貴的.

彼得前書 3:18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι·
因基督也曾一次爲罪受苦、(受苦有古卷作受死)就是義的代替不義的、爲要引我們到神面前.按着肉體說他被治死.按着靈性說他復活了。

彼得前書 4:6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.
爲此、就是死人也曾有福音傳給他們、要叫他們的肉體按着人受審判、他們的靈性卻靠神活着。

猶大書 1:8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.
這些作夢的人、也像他們汚穢身體、輕慢主治的、毀謗在尊位的。

猶大書 1:10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.
但這些人毀謗他們所不知道的.他們本性所知道的事與那沒有靈性的畜類一樣、在這事上竟敗壞了自己。

猶大書 1:22 καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους,
有些人存疑心、你們要憐憫他們.

← 上一頁