πληρόω 實現、成全、應驗

Strong G4137・動詞・新約出現 86 次・英文:I fill, fulfill, complete

中文義項

  1. 充滿;填滿:(πλήρης「充滿」 的衍生詞)使某物變得飽滿(19 次)
  2. 使完整;補足數目;滿盈;積滿:使某事物完全或完整(12 次)
  3. 完成;做完;成就:做完所有相關事宜,從而完成一項活動(6 次)
  4. 充足地供應;充分地供給:充足地供應(2 次)
  5. 宣告;詳細述說;完整地傳講:詳細敘述信息的內容(2 次)
  6. 賦予真正的意思;提供真實的意義:賦予某事物真正或完整的意思(2 次)
  7. 實現;成全;應驗:使事情發生,暗示要實現某個目的(34 次)
  8. 使認為;充滿心裏;滿心;使決定:(習語,直譯:充滿心裏)使某人用特定的方式來思考,通常作為引入某種行為的手段(2 次)
  9. 結束;完成;(日期、日子)滿了:來到一段時間的結束,有完成了隱含的目的或計劃的含意(6 次)
  10. 完全;全部;充滿;滿懷:在某一事件或狀態中經歷完全程度的參與(2 次)

I fill, fulfill, complete.

字形

出處(第 2 / 2 頁)

使徒行傳 9:23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
過了好些日子、猶太人商議要殺掃羅。

使徒行傳 12:25 Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν, εἰς Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.
巴拿巴和掃羅、辦完了他們供給的事、就從耶路撒冷回來、帶着稱呼馬可的約翰同去。

使徒行傳 13:25 ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγεν· Τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
約翰將行盡他的程途說、你們以爲我是誰、我不是基督.只是有一位在我以後來的、我解他脚上的鞋帶、也是不配的。

使徒行傳 13:27 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
耶路撒冷居住的人、和他們的官長、因爲不認識基督、也不明白每安息日所讀衆先知的書、就把基督定了死罪、正應了先知的豫言。

使徒行傳 13:52 οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
門徒滿心喜樂、又被聖靈充滿。

使徒行傳 14:26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
從那裏坐船、往安提阿去。當初他們被衆人所託蒙神之恩、要辦現在所作之工、就是在這地方。

使徒行傳 19:21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν.
這些事完了、保羅心裏定意、經過了馬其頓亞該亞、就往耶路撒冷去、又說、我到了那裏以後、也必須往羅馬去看看。

使徒行傳 24:27 Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
過了兩年、波求非斯都接了腓力斯的任.腓力斯要討猶太人的喜歡、就留保羅在監裏。

羅馬書 1:29 πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας, ψιθυριστάς,
裝滿了各樣不義、邪惡、貪婪、惡毒.(或作陰毒)滿心是嫉妒、凶殺、爭競、詭詐、毒恨.

羅馬書 8:4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα·
使律法的義、成就在我們這不隨從肉體、只隨從聖靈的人身上。

羅馬書 13:8 Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.
凡事都不可虧欠人、惟有彼此相愛、要常以爲虧欠.因爲愛人的就完全了律法。

羅馬書 15:13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.
但願使人有盼望的神、因信、將諸般的喜樂平安、充滿你們的心、使你們藉着聖靈的能力、大有盼望。

羅馬書 15:14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.
弟兄們、我自己也深信你們是滿有良善、充足了諸般的知識、也能彼此勸戒。

羅馬書 15:19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,
甚至我從耶路撒冷、直轉到以利哩古、到處傳了基督的福音。

哥林多後書 7:4 πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
我大大的放膽、向你們說話.我因你們多多誇口、滿得安慰.我們在一切患難中分外的快樂。

哥林多後書 10:6 καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
並且我已經豫備好了、等你們十分順服的時候、要責罰那一切不順服的人。

加拉太書 5:14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
因爲全律法都包在愛人如己這一句話之內了。

以弗所書 1:23 ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.
教會是他的身體、是那充滿萬有者所充滿的。

以弗所書 3:19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
並知道這愛是過於人所能測度的、便叫神一切所充滿的、充滿了你們。

以弗所書 4:10 ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
那降下的、就是遠升諸天之上要充滿萬有的。)

以弗所書 5:18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
不要醉酒、酒能使人放蕩、乃要被聖靈充滿。

腓立比書 1:11 πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
並靠着耶穌基督結滿了仁義的果子、叫榮耀稱讚歸與神。

腓立比書 2:2 πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
你們就要意念相同、愛心相同、有一樣的心思、有一樣的意念、使我的喜樂可以滿足。

腓立比書 4:18 ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ.
但我樣樣都有、並且有餘.我已經充足、因我從以巴弗提受了你們的餽送、當作極美的香氣、爲神所收納所喜悅的祭物。

腓立比書 4:19 ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.
我的神必照他榮耀的豐富、在基督耶穌裏、使你們一切所需用的都充足。

歌羅西書 1:9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,
因此、我們自從聽見的日子、也就爲你們不住的禱告祈求、願你們在一切屬靈的智慧悟性上、滿心知道神的旨意.

歌羅西書 1:25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ,
我照神爲你們所賜我的職分、作了教會的執事、要把神的道理傳得全備.

歌羅西書 2:10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,
你們在他裏面也得了豐盛。他是各樣執政掌權者的元首.

歌羅西書 4:17 καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
要對亞基布說、務要謹愼、盡你從主所受的職分。

帖撒羅尼迦後書 1:11 εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
因此、我們常爲你們禱告、願我們的神看你們配得過所蒙的召.又用大能成就你們一切所羨慕的良善、和一切因信心所作的工夫.

提摩太後書 1:4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ
記念你的眼淚、晝夜切切的想要見你、好叫我滿心快樂.

雅各書 2:23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη.
這就應驗經上所說、『亞伯拉罕信神、這就算爲他的義。』他又得稱爲神的朋友。

約翰一書 1:4 καὶ ταῦτα γράφομεν ἡμεῖς ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
我們將這些話寫給你們、使你們(有古卷作我們)的喜樂充足。

約翰二書 1:12 Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ὑμῶν πεπληρωμένη ᾖ.
我還有許多事要寫給你們、卻不願意用紙墨寫出來.但盼望到你們那裏、與你們當面談論、使你們的喜樂滿足。

啟示錄 3:2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·
你要儆醒、堅固那剩下將要衰微的.(衰微原文作死)因我見你的行爲、在我神面前、沒有一樣是完全的。

啟示錄 6:11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν, ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
於是有白衣賜給他們各人.又有話對他們說、還要安息片時、等着一同作僕人的、和他們的弟兄、也像他們被殺、滿足了數目。

← 上一頁