ἄγγελος 天使、使者、信使
Strong G32・名詞・新約出現 175 次・英文:an angel, messenger
中文義項
- 使者;信使:(ἀγγέλλω「告訴,通知」 的衍生詞)發佈公告的人(6 次)
- 天使;使者:超自然的存在者,至高超自然存在者的差役和使者(169 次)
a messenger, generally a (supernatural) messenger from God, an angel, conveying news or behests from God to men.
字形
- ἄγγελος 名詞 主格 單數 陽性(44 次)
- ἀγγέλων 名詞 所有格 複數 陽性(31 次)
- ἄγγελοι 名詞 主格 複數 陽性(22 次)
- ἀγγέλους 名詞 直接受格 複數 陽性(20 次)
- ἄγγελον 名詞 直接受格 單數 陽性(18 次)
- ἀγγέλου 名詞 所有格 單數 陽性(14 次)
- ἀγγέλοις 名詞 間接受格 複數 陽性(9 次)
- ἀγγέλῳ 名詞 間接受格 單數 陽性(9 次)
- ἄγγελόν 名詞 直接受格 單數 陽性(4 次)
- Ἄγγελος 名詞 主格 單數 陽性(2 次)
- ἄγγελοί 名詞 主格 複數 陽性(1 次)
- ἄγγελός 名詞 主格 單數 陽性(1 次)
出處(第 3 / 4 頁)
希伯來書 12:22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει
你們乃是來到錫安山、永生神的城邑、就是天上的耶路撒冷.那裏有千萬的天使、
希伯來書 13:2 τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
不可忘記用愛心接待客旅.因爲曾有接待客旅的、不知不覺就接待了天使。
雅各書 2:25 ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
妓女喇合接待使者、又放他們從別的路上出去、不也是一樣因行爲稱義麼。
彼得前書 1:12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
他們得了啟示、知道他們所傳講的一切事、(傳講原文作服事)不是爲自己、乃是爲你們.那靠着從天上差來的聖靈、傳福音給你們的人、現在將這些事報給你們.天使也願意詳細察看這些事。
彼得前書 3:22 ὅς ἐστιν ἐν δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
耶穌已經進入天堂、在神的右邊.衆天使和有權柄的、並有能力的、都服從了他。
彼得後書 2:4 Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους,
就是天使犯了罪、神也沒有寬容、曾把他們丟在地獄、交在黑暗坑中、等候審判.
彼得後書 2:11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ’ αὐτῶν βλάσφημον κρίσιν.
就是天使、雖然力量權能更大、還不用毀謗的話在主面前告他們。
猶大書 1:6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
又有不守本位、離開自己住處的天使、主用鎖鍊把他們永遠拘留在黑暗裏、等候大日的審判。
啟示錄 1:1 Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
耶穌基督的啟示、就是神賜給他、叫他將必要快成的事指示他的衆僕人.他就差遣使者、曉諭他的僕人約翰.
啟示錄 1:20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.
論到你所看見在我右手中的七星、和七個金燈臺的奧祕.那七星就是七個教會的使者.七燈臺就是七個教會。
啟示錄 2:1 Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
你要寫信給以弗所教會的使者、說、那右手拿着七星、在七個金燈臺中間行走的、說、
啟示錄 2:8 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
你要寫信給士每拿教會的使者說、那首先的、末後的、死過又活的說、
啟示錄 2:12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
你要寫信給別迦摩教會的使者、說、那有兩刃利劍的說、
啟示錄 2:18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
你要寫信給推雅推喇教會的使者、說、那眼目如火燄、脚像光明銅的神之子、說、
啟示錄 3:1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
你要寫信給撒狄教會的使者、說、那有神的七靈、和七星的、說、我知道你的行爲、按名你是活的、其實是死的。
啟示錄 3:5 ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
凡得勝的、必這樣穿白衣.我也必不從生命册上塗抹他的名.且要在我父面前、和我父衆使者面前、認他的名。
啟示錄 3:7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει·
你要寫信給非拉鐵非教會的使者、說、那聖潔、眞實、拿着大衞的鑰匙、開了就沒有人能關、關了就沒有人能開的、說、
啟示錄 3:14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·
你要寫信給老底嘉教會的使者、說、那爲阿們的、爲誠信眞實見證的、在神創造萬物之上爲元首的、說、
啟示錄 5:2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
我又看見一位大力的天使、大聲宣傳說、有誰配展開那書卷、揭開那七印呢。
啟示錄 5:11 Καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
我又看見、且聽見、寶座與活物並長老的周圍、有許多天使的聲音.他們的數目有千千萬萬.
啟示錄 7:1 Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
此後我看見四位天使站在地的四角、執掌地上四方的風、叫風不吹在地上、海上、和樹上。
啟示錄 7:2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
我又看見另有一位天使、從日出之地上來、拿着永生神的印.他就向那得着權柄能傷害地和海的四位天使、大聲喊着說、
啟示錄 7:2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
我又看見另有一位天使、從日出之地上來、拿着永生神的印.他就向那得着權柄能傷害地和海的四位天使、大聲喊着說、
啟示錄 7:11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ,
衆天使都站在寶座和衆長老並四活物的周圍、在寶座前、面伏於地、敬拜神、
啟示錄 8:2 καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
我看見那站在神面前的七位天使、有七枝號賜給他們。
啟示錄 8:3 Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
另有一位天使拿着金香爐、來站在祭壇旁邊.有許多香賜給他、要和衆聖徒的祈禱一同獻在寶座前的金壇上。
啟示錄 8:4 καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
那香的煙、和衆聖徒的祈禱、從天使的手中一同升到神面前。
啟示錄 8:5 καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
天使拿着香爐、盛滿了壇上的火、倒在地上.隨有雷轟、大聲、閃電、地震。
啟示錄 8:6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὑτοὺς ἵνα σαλπίσωσιν.
拿着七枝號的七位天使、就豫備要吹。
啟示錄 8:8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
第二位天使吹號、就有彷彿火燒着的大山扔在海中.海的三分之一變成血.
啟示錄 8:10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
第三位天使吹號、就有燒着的大星、好像火把從天上落下來、落在江河的三分之一、和衆水的泉源上.
啟示錄 8:12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.
第四位天使吹號、日頭的三分之一、月亮的三分之一、星辰的三分之一、都被擊打.以致日月星的三分之一黑暗了、白晝的三分之一沒有光、黑夜也是這樣。
啟示錄 8:13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· Οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
我又看見一個鷹飛在空中、並聽見他大聲說、三位天使要吹那其餘的號、你們住在地上的民、禍哉、禍哉、禍哉。
啟示錄 9:1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου·
第五位天使吹號、我就看見一個星從天落到地上.有無底坑的鑰匙賜給他。
啟示錄 9:11 ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
有無底坑的使者作他們的王.按着希伯來話、名叫亞巴頓、希利尼話、名叫亞玻倫。
啟示錄 9:13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ,
第六位天使吹號、我就聽見有聲音、從神面前金壇的四角出來、
啟示錄 9:14 λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
吩咐那吹號的第六位天使、說、把那捆綁在伯拉大河的四個使者釋放了。
啟示錄 9:14 λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
吩咐那吹號的第六位天使、說、把那捆綁在伯拉大河的四個使者釋放了。
啟示錄 9:15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.
那四個使者就被釋放.他們原是豫備好了、到某年某月某日某時、要殺人的三分之一。
啟示錄 10:1 Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,
我又看見另有一位大力的天使、從天降下、披着雲彩、頭上有虹.臉面像日頭、兩脚像火柱.
啟示錄 10:5 καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν,
我所看見的那踏海踏地的天使、向天舉起右手來、
啟示錄 10:7 ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας.
但在第七位天使吹號發聲的時候、神的奧祕、就成全了、正如神所傳給他僕人衆先知的佳音。
啟示錄 10:8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετ’ ἐμοῦ καὶ λέγουσαν· Ὕπαγε λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
我先前從天上所聽見的那聲音、又吩咐我說、你去把那踏海踏地之天使手中展開的小書卷取過來.
啟示錄 10:9 καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλαρίδιον. καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
我就走到天使那裏、對他說、請你把小書卷給我.他對我說、你拿着喫盡了、便叫你肚子發苦、然而在你口中要甜如蜜。
啟示錄 10:10 καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
我從天使手中把小書卷接過來、喫盡了.在我口中果然甜如蜜.喫了以後、肚子覺得發苦了。
啟示錄 11:15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγοντες· Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
第七位天使吹號、天上就有大聲音說、世上的國、成了我主和主基督的國.他要作王、直到永永遠遠。
啟示錄 12:7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ,
在天上就有了爭戰.米迦勒同他的使者與龍爭戰.龍也同他的使者去爭戰.
啟示錄 12:7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ,
在天上就有了爭戰.米迦勒同他的使者與龍爭戰.龍也同他的使者去爭戰.
啟示錄 12:9 καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην— ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν.
大龍就是那古蛇、名叫魔鬼、又叫撒但、是迷惑普天下的.他被摔在地上、他的使者也一同被摔下去。
啟示錄 14:6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
我又看見另有一位天使飛在空中、有永遠的福音要傳給住在地上的人、就是各國各族各方各民.