ἄρτι 現在、此時、此刻

Strong G737・副詞・新約出現 36 次・英文:now, just now

中文義項

  1. 現在:與說話本身同時發生的時間點(28 次)
  2. 近來;剛才;現在:在說話的時間之前或之後不久的時間(3 次)
  3. 忽然;立即;立刻:形容在前一個狀態或事件與接著的狀態或事件之間的一段非常短的時間(在許多語境中都有意料之外的含意;但這似乎是根據總體上下文推斷而來,而不屬於該詞本身的語義)(1 次)
  4. 此時,此刻;這時刻;如今:(習語,直譯:現在的時刻)強調與另一個時間點同時發生的一個時間點(4 次)

now, just now, at this moment.

字形

出處

馬太福音 3:15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.
耶穌回答說、你暫且許我.因爲我們理當這樣盡諸般的義.(或作禮)於是約翰許了他。

馬太福音 9:18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν, καὶ ζήσεται.
耶穌說這話的時候、有一個管會堂的來拜他說、我女兒剛纔死了、求你去按手在他身上、他就必活了。

馬太福音 11:12 ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
從施洗約翰的時候到如今、天國是努力進入的、努力的人就得着了。

馬太福音 23:39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
我告訴你們、從今以後、你們不得再見我、直等到你們說、奉主名來的、是應當稱頌的。

馬太福音 26:29 λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
但我告訴你們、從今以後、我不再喝這葡萄汁、直到我在我父的國裏、同你們喝新的那日子。

馬太福音 26:53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;
你想我不能求我父、現在爲我差遣十二營多天使來麼。

馬太福音 26:64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
耶穌對他說、你說的是.然而我告訴你們、後來你們要看見人子、坐在那權能者的右邊、駕着天上的雲降臨。

約翰福音 2:10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
對他說、人都是先擺上好酒.等客喝足了、纔擺上次的.你倒把好酒留到如今。

約翰福音 5:17 ὁ δὲ ἀπεκρίνατο αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι.
耶穌就對他們說、我父作事直到如今、我也作事。

約翰福音 9:19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι;
問他們說、這是你們的兒子麼.你們說他生來是瞎眼的、如今怎麼能看見了呢。

約翰福音 9:25 ἀπεκρίθη οὖν ἐκεῖνος· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
他說、他是個罪人不是、我不知道.有一件事我知道.從前我是眼瞎的、如今能看見了。

約翰福音 13:7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
耶穌回答說、我所作的、你如今不知道、後來必明白。

約翰福音 13:19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
如今事情還沒有成就、我要先告訴你們、叫你們到事情成就的時候、可以信我是基督。

約翰福音 13:33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
小子們、我還有不多的時候、與你們同在.後來你們要找我、但我所去的地方、你們不能到.這話我曾對猶太人說過、如今也照樣對你們說。

約翰福音 13:37 λέγει αὐτῷ ὁ Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
彼得說、主阿、我爲甚麼現在不能跟你去.我願意爲你捨命。

約翰福音 14:7 εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε· ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.
你們若認識我、也就認識我的父.從今以後、你們認識他、並且已經看見他。

約翰福音 16:12 Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι·
我還有好些事要告訴你們、但你們現在擔當不了。(或作不能領會)

約翰福音 16:24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
向來你們沒有奉我的名求甚麼、如今你們求就必得着、叫你們的喜樂可以滿足。

約翰福音 16:31 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε;
耶穌說、現在你們信麼。

哥林多前書 4:11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν
直到如今、我們還是又饑、又渴、又赤身露體、又挨打、又沒有一定的住處.

哥林多前書 4:13 δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
被人毀謗、我們就善勸.直到如今、人還把我們看作世界上的汚穢、萬物中的渣滓。

哥林多前書 8:7 Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.
但人不都有這等知識.有人到如今因拜慣了偶像、就以爲所喫的是祭偶像之物.他們的良心旣然輭弱、也就汚穢了。

哥林多前書 13:12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
我們如今彷彿對着鏡子觀看、模糊不清.(模糊不清原文作如同猜謎)到那時、就要面對面了.我如今所知道的有限.到那時就全知道、如同主知道我一樣。

哥林多前書 13:12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
我們如今彷彿對着鏡子觀看、模糊不清.(模糊不清原文作如同猜謎)到那時、就要面對面了.我如今所知道的有限.到那時就全知道、如同主知道我一樣。

哥林多前書 15:6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν·
後來一時顯給五百多弟兄看、其中一大半到如今還在、卻也有已經睡了的.

哥林多前書 16:7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ.
我如今不願意路過見你們.主若許我、我就指望和你們同住幾時。

加拉太書 1:9 ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
我們已經說了、現在又說、若有人傳福音給你們、與你們所領受的不同、他就應當被咒詛。

加拉太書 1:10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
我現在是要得人的心呢、還是要得神的心呢.我豈是討人的喜歡麼.若仍舊討人的喜歡、我就不是基督的僕人了。

加拉太書 4:20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
我巴不得現今在你們那裏、改換口氣、因我爲你們心裏作難。

帖撒羅尼迦前書 3:6 Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς,
但提摩太剛纔從你們那裏回來、將你們信心和愛心的好消息報給我們、又說你們常常記念我們、切切的想見我們、如同我們想見你們一樣.

帖撒羅尼迦後書 2:7 τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.
因爲那不法的隱意已經發動.只是現在有一個攔阻的、等到那攔阻的被除去.

彼得前書 1:6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
因此、你們是大有喜樂、但如今、在百般的試煉中暫時憂愁.

彼得前書 1:8 ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
你們雖然沒有見過他、卻是愛他.如今雖不得看見、卻因信他就有說不出來、滿有榮光的大喜樂.

約翰一書 2:9 ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι.
人若說自己在光明中、卻恨他的弟兄、他到如今還是在黑暗裏。

啟示錄 12:10 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.
我聽見在天上有大聲音說、我神的救恩、能力、國度、並他基督的權柄、現在都來到了.因爲那在我們神面前晝夜控告我們弟兄的、已經被摔下去了。

啟示錄 14:13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ’ ἄρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν.
我聽見從天上有聲音說、你要寫下、從今以後、在主裏面而死的人有福了.聖靈說、是的、他們息了自己的勞苦、作工的果效也隨着他們。