以弗所書 第 5 章 希臘文原文與和合本
5:1 γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
所以你們該效法神、好像蒙慈愛的兒女一樣.
5:2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
也要憑愛心行事、正如基督愛我們、爲我們捨了自己、當作馨香的供物、和祭物、獻與神。
5:3 Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
至於淫亂、並一切汚穢、或是貪婪、在你們中間連題都不可、方合聖徒的體統。
5:4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
淫詞、妄語、和戲笑的話、都不相宜、總要說感謝的話。
5:5 τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
因爲你們確實的知道、無論是淫亂的、是汚穢的、是有貪心的、在基督和神的國裏、都是無分的.有貪心的、就與拜偶像的一樣。
5:6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
不要被人虛浮的話欺哄.因這些事、神的忿怒必臨到那悖逆之子。
5:7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
所以你們不要與他們同夥。
5:8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
從前你們是暗昧的、但如今在主裏面是光明的、行事爲人就當像光明的子女.
5:9 ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
光明所結的果子、就是一切良善、公義、誠實.
5:10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
總要察驗何爲主所喜悅的事。
5:11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
那暗昧無益的事、不要與人同行、倒要責備行這事的人.
5:12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
因爲他們暗中所行的、就是題起來、也是可恥的。
5:13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,
凡事受了責備、就被光顯明出來.因爲一切能顯明的、就是光。
5:14 πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
所以主說、你這睡着的人、當醒過來、從死裏復活、基督就要光照你了。
5:15 Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί,
你們要謹愼行事、不要像愚昧人、當像智慧人.
5:16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
要愛惜光陰、因爲現今的世代邪惡。
5:17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου·
不要作糊塗人、要明白主的旨意如何。
5:18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
不要醉酒、酒能使人放蕩、乃要被聖靈充滿。
5:19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
當用詩章、頌詞、靈歌、彼此對說、口唱心和的讚美主.
5:20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
凡事要奉我們主耶穌基督的名、常常感謝父神。
5:21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
又當存敬畏基督的心、彼此順服。
5:22 Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ,
你們作妻子的、當順服自己的丈夫、如同順服主.
5:23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος.
因爲丈夫是妻子的頭、如同基督是教會的頭.他又是教會全體的救主。
5:24 ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
教會怎樣順服基督、妻子也要怎樣凡事順服丈夫。
5:25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
你們作丈夫的、要愛你們的妻子、正如基督愛教會、爲教會捨己.
5:26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
要用水藉着道、把教會洗淨、成爲聖潔、
5:27 ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
可以獻給自己、作個榮耀的教會、毫無玷汚皺紋等類的病、乃是聖潔沒有瑕疵的。
5:28 οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
丈夫也當照樣愛妻子、如同愛自己的身子.愛妻子、便是愛自己了。
5:29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν,
從來沒有人恨惡自己的身子、總是保養顧惜、正像基督待教會一樣.
5:30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
因我們是他身上的肢體。(有古卷在此有就是他的骨他的肉)
5:31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
爲這個緣故、人要離開父母、與妻子連合、二人成爲一體。
5:32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
這是極大的奧祕、但我是指着基督和教會說的。
5:33 πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
然而你們各人都當愛妻子、如同愛自己一樣.妻子也當敬重他的丈夫。